Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.3.1164b
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
β Πόλιτος δραχμῶν Βπ ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ μηνὸς Πανήμου Φαρμοῦθι δ διὰ τῆς Ἀνουβίωνος Ἀμμωνίου Ματιδίου τοῦ καὶ Καλλιτεκνείου ἐν Ἀντινοουπόλει χρηματιστικῆς τραπέζης. Πόλεις Κάστορος Διοσκόρου μητρὸς Θεῦτος ἀπὸ ἐποικίουΕὐαιου Χαιρεφάνους τοῦ Ἑρμοπολίτουαὐτοῦ νομοῦ Εὐδαίμονι Ἀμμωνίου Ἀμμωνοῦτος Σαβεινίῳ τῷ καὶ Τροφωνιεῖ ὡς ἐτῶν μθ οὐλὴ γόνυ ἀριστε ρὸν ἀπεσχηκέναι τὸν Εὐδαίμονα παρὰ τοῦ Πόλιτος κατὰ τήνδε τὴν διαγραφὴν ἃς ἐδάνεισεν αὐτῷ τῷ ἐνεστῶ τι ἔτεικΦαμενὼθ θ ἐν Μέμφιδι κατὰ διαγραφὴν τῆς ἐν τῇ αὐτῇ Μέμφιδι Βερνικιανοῦ ΜεθυσίωνοςΜεθυδίωνοσ τραπέζης ἀργυρίου κεφαλαίου δραχμὰς δισχιλίαςδισχειλίας ὀγδοήκοντα γίνονται ἀργυρίου δραχμαὶ Βπ, τοὺς δὲ τούτων δραχμιαίους τόκους μέχρι τῆς ἐνε στώσης ἡμέρας προφέρεται ὁ Εὐδαίμων ἀπειληφέναι παρʼ αὐτοῦ κατὰ μέρος διὰ χειρὸς τὰ πάντα εἰς περίλυσιν καὶ μηδὲν ἐγκαλεῖνἐνκαλῖν μηδὲ ἐγκαλέσεινἐνκαλέσιν τὸν Εὐδαίμονα μηδὲ τοὺς παρʼ αὐτοῦ μηδὲ ἄλλους ὑπὲρ αὐτοῦ τῷ Πό λιτι μηδὲ τοῖς παρʼ αὐτοῦ περί τε τοῦ προκειμένουπροκιμένου κεφαλαίου μηδὲ περὶ τῶν τόκων αὐτοῦ μηδὲ περὶ ἄλλου μη δενὸς ἁπλῶς τὸ σύνολον ἐνγράπτου ἢ ἀγράφου εἰς τὴν ἐνεστῶσαν ἡμέραν διὰ τὸ ἀπεσχηκέναι αὐτὸν πάντα ἐκ πλήρους καὶ τήνδε τὴν προκειμένηνπροκιμένην διαγραφὴν τοῦ δανείουδανίου ἄκυρον εἶναι αὐτῷ τε καὶ παντὶ τῷ ἐπιφέροντι ἣς τὸ ἐκδόσιμον ἀνέδωκεν αὐτῷ ὁμοίως εἰς ἀκύρωσιν καὶ ἀθέτησιν. Εὐδαίμων Ἀμ μωνίου Ἀμμωνοῦτος ἀπέσχον τὰς δραχμὰς δισ χιλίας ὀγδοήκοντα καὶ οὐδὲν ἐνκαλῶ ὡς πρόκι ται ς ὁ καὶ Αὐρίων Ἑρμίνου Εὐπόρου Ματίδιος ὁ καὶ Δημητριεὺς ἀνέγνωνσυνέγνων τῷ Εὐδαί μονι τὴν διαγραφὴν τῆς περιλύσεως ὡς περιέχει. Νεῖλος Κεφαλίωνος Ματίδιος ὁ καὶ Μαρκιάνιος μαρτυρῶ τῇ περιλύσειπεριλύσιλύσειλύσι Ἀπόλλων Ἀπίωνος Σαβείνιος ὁ καὶ ΓαμηλιεὺςΓαμηλιεως μαρτυρῶ. Δίδυμος Ἡφαισ τίωνος Ἀθηναιεὺς ὁ καὶ Σαλαμίνιος μαρτυρῶ. Θέων ὁ καὶ Τίρων Ἁρπο κρατίωνοςΘα ὁ καὶ Προναιποτι Τραιάνειος ὁ καὶ Κτήσιος μαρτυρῶ. Πόλεις Κάστορος ἐξωδίασα ὡς πρόκειται. Ἑρμίας Ἑρμίου Σαβείνιος ὁ καὶ Γαμηλιεὺς ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.Cross-references (3)
- TM-Text 22813 primary
- DDbDP-Text p.lond;3;1164b tier-1
- HGV-Text 22813 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.