Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.3.880
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλευόντων βασιλίσσης καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων ΣωτήρωνΣωτήρων ἔτους δ, ἐφʼ ἱερέωςἱερείως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρωνκαὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν ἘπιφανῶνἘπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶνκαὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν ἀθλοφόρου Βερενίκηςἀθλοφόρου Βερενίκησ Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντωντῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέωνἱερείων καὶ ἱερισσῶν καὶ κανη φόρουκανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι τῆς Θηβαίδος μηνὸς Μεχεὶρ κζ ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ἑκόντες συνεγράψαντο. ὁμολογεῖ Τοτοῆς Πελαίου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν νε ἐλάσσων μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν διῃρῆσθαιδιειρῆσθαι τὰ ὑπάρχοντα αὐτῶι ἔγγαια τοῖς ἑαυτοῦ υἱοῖςυἱοῖσ ἀπὸ μὲν τῆς ὑπαρχούσης αὐτῶι καὶ τοῖς ἀδελφοῖς γῆς σιτοφόρου ἐν τῶι περὶ Πάθυριν πεδίωι δωδεκάτην μερίδα ἀδιαίρετον ἀρουρῶν π ἀρουρῶν π, ἧςβεννηνων πησ γείτονες νότου χῶμα βασιλικὸν, βορρᾶ ὁδός, ἀπηλιώτου ὁδὸς, λιβὸς διῶρυξ Τελώνος, καὶ ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῶι μέρους ἄλλης σφραγῖδος καλουμένης Πατήφιος γῆγῆς καλουμένης πατηφιοστη ἀρούρας λϛ τὸ ἐπιβάλλον ἀρούρας γ, γείτονες τῆς ὅλης γῆς νότου γῆ Ἁρμώνθου, βορρᾶ γῆ Κολλούθου, ἀπηλιώτου περίχωμα, λιβὸς γῆ Πανοβχούνιος καὶ ἄλλων, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν, Πανοβχούνει μὲν τῶι πρεσβυτέρωι υἱῶι αὐτοῦ μερίδας δύο , Ταελολοῦτι καὶ Σιεπμοῦτι τῶν Τοτοέους ταῖς ἑαυτοῦ θυγατράσιν μερίδα μίαν τῶν δύο σφραγίδων καὶ ἀπὸ ψιλοῦ τόπου τοῦ ὄντος ἐν τῆι μέσῃ ταινίᾳ Παθύρεως ὅ ἐστιν πήχεις στερεοῦ δύο ἥμισυ οὗ γείτονες νότου οἰκία Ὥρου, βορρᾶ οἰκία Ψεννήσιος, ἀπηλιώτου οἰκία Πατῆτος Θοτορταίου, λιβὸς πλατεῖα ὁδὸς τῶν θεῶναδιστακτω, ὧν εἶναι ἐν τῶι ἀπὸ βορρᾶ μέρει τοῦ ψιλοῦ τόπου, Πατῆιτι τῶι ἑαυτοῦ υἱῶι πῆχυν ἥμισυ , Πανοβχούνει τῶι πρεσβυτέρῳπρεσβυτερωι υἱῶι πήχεις στερεοῦ δύο καὶ ἀπὸ τῆς ἐντὸς τοῦ ὀχυρώματος οἰκίας ᾠκοδομημένηςὠικοδομένης Ταελολοῦτι καὶ Σιεπμοῦτι τὸ ἥμισυ ἧς μέτεστι τὸ ἄλλο ἥμισυ Πανοβχούνει καὶ μὴ ἐπελεύσασθαι ἕτερος ἐπὶ τὸν ἕτερον περὶ τῶν παρακεχωρημένωνπαρακεχωρημένων ἑκάστωι μερίδων, εἰ δὲ μὴ ἡ τʼ ἔφοδος τῶι ἐπιπορευομένῳἐπιπορευομένῳ ἄκυρος ἔστω καὶ προσαποτεισάτω ὁ παρασυγγραφῶνπαρασυνγραφῶν τοῖς βασιλεῦσι ἀργυρίου ἐπίτιμον δραχμὰς φ καὶ μηθὲν ἧσσον μενέτω κύρια τὰ διωμολογημένα.Cross-references (3)
- TM-Text 85 primary
- DDbDP-Text p.lond;3;880 tier-1
- HGV-Text 85 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.