Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mil.vogl.2.101

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς Καισαρείου β, ἐν Ταλεὶ τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Πανεσαῦτις Ἥρωνος ὡς ἐτῶν τριάκοντα οὐλὴ δακτύλωι μικρῷ χειρὸςχιρὸς ἀρισ τερᾶς καὶ Κρονίων Κρονίωνος ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς καὶ Ἀλβαβύσις Πανεσαύτεως ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ δακτύλῳ μικρῷ χειρὸςχιρὸς καὶ Ἥρωννι ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ ἀντικνημίῳ ἀριστερῶι καὶ Νεφερῶς ως ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ ἀντίχειριἀντίχιρι δεξιῷ καὶ Ὀννῶφρις ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ γόνατι δεξιῶι καὶ Πετεσοῦχος τοῦ Η ὡς ἐ τῶν πεντήκοντα πέντε οὐλὴ δακτύλῳ τρίτῳ χειρὸς ἀριστερᾶς, οἱ ζ, διῃρῆσθαι πρὸς ἑαυτοὺς ἃς ἔχουσι ἐν μισθώσει κοινῶς παρὰ Θερμουθαρίου τῆς Σαραπίωνος, ἐπʼ ὀ νόματος ἐνίων αὐτῶν, περὶ βολιονβολοιν τοῦ Τριστόμου κλήρου ἀρούρας ἕνδε κα ἐν δυσὶ σφραγῖσισφραγεῖσι, ὧν πρώτης σφραγῖδοςσφραγεῖδος ἄρουραι τρεῖςτρῖς , ἐν αἷς μέρος καλαμίας, δευτέρας σφραγῖδοςσφραγεῖδος αἱ λοιπαὶ ἄρουραι ὀκτὼὀκτὼι , ἐν αἷς ἀμπελών, πρὸς μόνον τὸ ἐνεστὸς ἔτος, καὶ κεκληρῶσθαι τὸν μὲν Πανεσαῦτιν καὶ Νεφερῶν τὰς τῆς πρώτης σφραγῖδοςσφραγεῖδος ἀρούρας τρεῖςτρῖς , ἐν αἷς μέρος καλαμίας, σὺν τοῖς σπειρομένοιςσπιρομένοις κήποις τῶν ἐν αὐτῇ φοινίκων, ἐφʼ ᾧ δώσουσι ὑπὲρ φόρου ἀργυρίου δραχμὰς ἑκατὸν τεσσεράκοντα καὶ τὸ λοιπὸν μέρος τῶν ἐπακολουθούντων ν ἐξαιρέτων φοινίκων· τὸν δὲ Ἀλβαβύσιν καὶ Πετε σοῦχον καὶ αὐτοὺς κεκληρῶσθαι τὸ ἐκ τοῦ πρὸς νότον μέρους διατεῖνον λίβα ἐπʼ ἀπηλιώτην ἔδαφος, ὅσου ἐὰν ᾗ ἀρουρηδοῦ, ἐφʼ ὧι ἐδάφειἐδάφι ὁ προκίμενος ἀμ πελών, ἐφʼ ὧι δὲ καὶ αὐτοὶ δώσουσιν εἰς τὸν φόρον ἀργυρίου δραχμὰς ἑξήκοντα καὶ τὸ μέρος τῶν ἐξαιρέτων τοῦ καλάμου· καὶ τὸν Κρονίωνα καὶ Ὀννῶφριν καὶ Ἥρωνα τὰς λοιπὰς ἀρούρας σὺν τῷ ἐπιβάλλοντι καρπῶι τῶν ὄντων ἐν αὐταῖς φοινίκων, ἐφʼ ᾧ δὲ καὶ αὐτοὶ δώσουσι εἰς τὸν φόρον ἀργυρίου δραχμὰς διακοσίας τεσσεράκοντα καὶ πυροῦ ἀρτάβας πέντε καὶ τὸ τρίτον μέρος τῶν ἐξαιρέτων, καὶ μετρήσουσι εἰς τὸ δη μόσιον φόρετρα ὑπὲρ ἀρουρῶν πάντα· ὁ δὲ Πανεσαῦτις καὶ Νεφερῶς κατεργάσον ται τὴν καλαμίαν, ὁ δὲ Ἀλβαβύσις καὶ Πετεσούχος καὶ αὐτοὶ παραδώσουσι τὸν ἀμπελῶνα κατειργασμένονκατειρργασμένον μμένῃ σκαφῇ τ ὡς καὶ διὰ τῆς μισθώσεως ἐδηλώθη· καὶ ἕκαστον αὐτῶν ἐνμενεῖνἐνμενῖν τῇ διαιρέσει καθὼς πρόκειται. ΠανεσαῦτιςΠανεσαυτι Ἥρωνος καὶ Νεφερῶς θου συνδιῃρήμεθα καὶ ἐμμενοῦμεν τοῖς προκιμένοις. ἔγραψα ὑπὲρ αὐτῶν Ἅρπαλος Πεταύριος μὴ εἰδότωνἰδότων γράμματα. Ἀαβς καὶ Πετεσοῦχος οἱ δύο συνδιῃρήμεθασυνδιειρήμεθα καὶ ἐνμενοῦ μεν καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Πρώταρχος Πρωτάρχου μὴ εἰδότωνἰδότων γράμματα. Κρονίων καὶ Ἥρων καὶ Ὀννόφρις συνδιῃρήμεθασυνδιειρήμεθα πρὸς ἑαυτοὺς καὶ ἐνμενοῦμεν πᾶσι τοῖς προκειμένοις. Ἡρακλᾶς Ἥρωνος ἔγραψεν ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. ἀναγέγραπται διὰ τοῦ ἐν Ταλεὶ γρα φίου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.