Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.kellis.1.13

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Αὐρήλιοι Πεκῦσις Ἀλιτου καὶ Πεβῶς ἀδελφὸς αὐτοῦ καὶ Παχοῦμις ἄλλος ἀδελφὸς καὶ Ὧρος Σύρου καὶ Ταοῦπ οἱ πέντε ἀπὸ κώ μης Κέλλεως τῆς Μωθιτῶν πόλεως ἀλλήλοις χαίρειν. βουλόμενοι ἡμᾶς διαιρεῖσθαι ας καὶ τὸ ετὸν ἕνα ἕκαστον ἡμῶν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον ιδεμ ὁμολογοῦμεν κεκτᾶσθαι ἐγὼ μὲν Πεκῦσις κέλλαν μίαν ἐν τῇ δευτέρᾳ στέγῃ τῆς οἰκίας καὶ κατάγαιον ἐγὼ δὲ ὁ Πεβῶς ἕτεραν κέλλαν τὴν ἕως τῶν ὑπερῴων οὗ μῆκος καὶ σιτοβολεῖασιτοβολῆα ἀνοικ ὀνοικ ἐγὼ δὲ Πεκῦσις ἕως τῶν ὑπερῴων, ἐγὼ δὲ Παχοῦμις ἑτέραν κέλλαν πυ λῶνα Πεβῶτος ἄχρις ὑπερῴων· καὶ ἐγὼκἀγὼ δὲ καὶ ὁ Ὧρος Σύρου σὺν ταῖς ἀδελφαῖς κέλλαν τὴν ἐντὸς τοῦ πυλῶνος καὶ ἐγὼκἀγὼ ἡ Ταοῦπ τὴν κέλλαν τὴν ἐνλερίῳ λεγομένην τε καὶ σιτοβολεῖονσιτοβολῖον δεδιφρον ἄπτυονἄπτοιοναπτοιον ωνων και ἄχρις ὑπερῴων καὶ τη κοινὰ καὶ ἀδιαίρετα ὄντα τοῖς πέντε συνκληρονόμοις καὶ ὁμολογοῦμεν συνπεπεῖσθαι ταύτῃ τῇ διαιρέσει καὶ μὴ ἐξέσται ἡμῖν τήνδε τὴν ὁμολογίαν παραβαίνειν. καὶ ἐάν τις ἡμῶν μὴ ἐπακολουθήσῃ τῇ διαιρέσει, ἀποκαταστήσῃ ὑπὲρ λόγου προστίμου τάλαντα εἴκοσι χίλια διὰ τὸ ἑκουσίως ἡμᾶς ἐπὶ τούτοις συντεθεῖσθαι. κυρία ἡ ὁμολογία τῆς διαιρέσεως πεντασσὴ γραφεῖσα ὁμοτύπως πρὸς τὸ σεσι εἶναι μοναχὸν πρὸς ἀσφάλειαν ἐφʼ ὑπογραφῆς τοῦ ὑπογράφοντος ὑπὲρ ἡμῶν ὑπογράφεως καὶ βεβαία ἔστω καὶ ἔννομος ὡς ἐν δημοσίῳ κατακειμένη καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείαςὑπατίας Ἰουλίου Κωνσταντίνου πατρικίου ἀδελφοῦ τοῦ δεσπότου ἡμῶν Κωνσταντίνου Αὐγούστου καὶ Ῥουφίου Ἀλβίνου τῶν λαμπροτάτων Αὐρήλιος Πεκῦσις ὁ προκείμενος ἐθέμην τήνδε τὴν διαίρεσιν ἐφʼ αἷς περιέχει διαστολαῖς πάσαις αἷς καὶ εὐδοκῶ καὶ ἐμμενῶ ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Στώνιος Τεπνάχθου ἱερεὺς ἀπὸ τῆς αὐτῆς κώμης Κέλλεως. Αὐρήλιος Πεβῶς ὁ προκείμενοςπροκίμενος συνεθέμην τήνδε τὴν διαίρεσιν ἐφʼ αἷς περιέχει διαστολαῖς πάσαις αἷς εὐδοκῶ καὶ ἐμμενῶ ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ ἐιδότος Αὐρήλιος Σαράπαμμων τος ἀπὸ τῆς αὐτῆς κώμης Κέλλεως. Αὐρήλιοι Παχοῦμις καὶ οἱ ἀδελφοὶ οἱ προκείμενοι συνεθέμεθα τήνδε τὴν διαίρεσιν ἐφʼ αἷς περιέχει διαστολαῖς πάσαις αἷς εὐδοκοῦμεν καὶ ἐνμενοῦμεν ὡς πρόκειται καὶ ἐπερωτηθέντες ὡμολογήσαμενἐπερωτηθέντες ὡμολογήσαμεν. ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Αὐρήλιος Φοιβάμμων ὁ καὶ Τριφιόδωρος ἀπὸ τῆς Ἱβιτῶν πόλεως. Αὐρήλιος Ὧρος σὺν τοῖς ἀδελφοῖς ὁ προκείμενος συνεθέμην τήνδε τὴν διαίρεσιν ἐφʼ αἷς περιέχει διαστολαῖς πάσαις αἷς εὐδοκοῦμεν καὶ ἐμμενοῦμεν ὡς πρόκειται καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότωνἰδόδων Αὐρήλιος Ἡλιόδωρος Ὥρου ἀπὸ τῆς αὐτῆς κώμης Κέλλεως. Αὐρηλία Ταοῦπ ι συνεθέμην τήνδε τὴν διαίρεσιν ἐφʼ αἷς περιέχει διαστολαῖς πάσαις αἷς εὐδοκῶ καὶ ἐνμενῶ ὡς πρόκειται καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης Αὐρήλιος Φοιβάμμων ὁ καὶ Τριφιόδωρος ἀπὸ Ἱβιτῶν πόλεως.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.