Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
cpr.1.11
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Ἀπελλαίου ιβ Φαῶφι ιβ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ· ὁμολογοῦσιν ἀλλήλοις Στοτοῆτις ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴοὐληι μετώπωι ἐξ ἀριστερῶν καὶ Ὡρίων ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ μετώπῳ μέσωι ἀμφότεροι Πανεφρόμμεως διῃρῆσθαιδιειρῆσθαι πρὸς ἑαυτοὺς ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον ἑκατέρῳ αὐτῶν τέταρτον μέρος κοινὸν καὶ ἀδιαίρετον οἰκίας οἰκίας ἐν ᾗ ἐλαιουργῖον καὶ αὐλῆς καὶ ἑτέρας ὁμοίως οἰκίας καὶ τῶν συνκυρούντων πάντων ἐν κώμῃ Σοκνοπαίου Νήσωι τῆς Ἡρακλείδου μερίδος καὶ ἐξ ἧςἑξῆς πεποίηνται πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων ἐκ κλήρου διαιρέσεως ἐπανειρῆσθαι τὸν μὲν Στοτοῆτιν πρὸς τῷ ἐπιβάλλοντι αὐτῷ τετάρτῳ μέρει τῆς ἀπὸ ἀπηλιώτου οἰκίας ἐν ᾗ ἐλαιουργῖον καὶ αὐλὴ καὶ τὸ ἐπιβάλλον τῷ Ὡρίωνι τούτων τέταρτον μέρος ὥστʼ εἶναι αὐτοῦ Στοτοήτιος ἥμισυ μέρος τῆς οἰκίας καὶ ἐλαιουργίου καὶ αὐλῆς καὶ χρηστηρίων· γείτονες δὲ ὅλων καθὼς ἐκ συμφώνου ὑπηγόρευονυπηγορευεν νότου Τεσενούφιος οἰκία, βορρᾶ εἴσοδος καὶ ἔξοδος, λιβὸς ῥύμη βασιλική, ἀπηλιώτου Πισάιτος οἰκία· τὸν δὲ Ὡρίωνα καὶ αὐτὸν κεκληρῶσθαι πρὸς τῷ ἐπιβάλ λοντι αὐτῷ τετάρτῳ μέρει τῆς ἀπὸ λιβὸς οἰκίας καὶ τὸ ἐπιβάλλον τῷ Στοτοήτι τέταρτον μέρος ὥστʼ εἶναι αὐτοῦ Ὡρίωνος ἥμισυ μέρος τῆς ἀπὸ λιβὸς οἰκίας· γείτονες δὲ ὅλης νότου Ἀπύγχειος οἰκία, βορρᾶ ῥύμηῥύμη βασιλικήβασιλικηι, λιβὸς εἴσοδος καὶ ἔξοδος, ἀπηλιώτου Στοτοήτιος τοῦ Πανεφρόμμεως οἰκία· τὰς δὲ καὶ ἐκπληρούσας ἧς κεκλήρωται ὁ Στοτοῆτις καθότι πρόκειταιπροκλει μερίδος παρʼ ἣν κεκλή ρωται ὁ Ὡρίων μερίδα ἀργυρίου δραχμὰς διακοσίας εἴκοσι αὐτόθεν ἀπεσχηκέναι τὸν Ὡρίωνα παρὰ τοῦ Στοτοήτιος παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου. ἐνμενέτωσαν οὖν οἱοἱ ὁμολογοῦντες καὶ ἑκάτερος αὐτῶν καὶ οἱ παρʼ αὐτῶν ἐν τοῖς ἑκουσίως ὡμολογη μένοις καὶ διειρημένοις ἕκαστον δʼ αὐτῶν κρατεῖν καὶ κυριεύειν ὧν κεκλήρωται καὶ θέσθαι περὶ αὐτῶν ἃςὡς ἐὰν αἱρῆται οἰκονομίας καὶ μὴ ἐπελεύσασθαι ἕτερον μηδὲ τοῦς παρʼ αὐτοῦ ἐπὶ τὸν ἕτερον μηδʼ ἐπὶ τοὺς παρʼ αὐτοῦ περὶ μηδενὸς τῶν διειρημένων μηδʼ ἐπὶ μέρος αὐτῶν τρόπῳ μηδενί· ὅτι δʼ ἂν τῶν προγεγραμμένων παρασυνγράφωσι οἱ ὁμολογοῦντες ἀποτισάτω ὁ παραβὰς τῷ ἐνμένοντι παραχρῆμα τὰ βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς πεντακοσίας χωρὶς τοῦ τὰ προγεγραμμένα κύρια εἶναι. ὑπογραφεῖς τοῦ μὲν Στοτοήτιος Πτολεμαῖος Πτολεμαίου ὡς ἐτῶν ἑξήκοντα οὐλὴ πήχειπήχι δεξιῷ, τοῦ δὲ Ὡρίωνος Ζωίλος Διδύμου ὡς ἐτῶν πεντήκοντα τρίων οὐλὴ ῥινὶ μέσῃ. Ὡρίων Πανεφρέμμεως ὁμολογῶ ἀνενηνο χέναιἀπενηνο χέναιἐπενηνοχέναι τὴν πρὸς τὸν ἀδελφόν μου Στοτοῆτιν διαίρεσιν καὶ ἀπέ χωἀπέ σχον τὰς πληρούσαςπρηρούσας ἀργυρίου δραχμὰς διακοσίας εἴκοσιἴκοσι καὶ ηὐδόκημαιεὐδόκημαι τῇ διαιρέσει καὶ οὐκ ἐπελεύσομαι καθὼς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ Ζωίλος Διδύμου μὴ εἰδότος γράμματα. Στοτοῆτις Πανεφρέμεωςπανεφρεμμεως ὁμολογῶ ἀνε νηνοχέναιἀπε νηνοχέναι τὴν πρὸς τὸν ἀδελφόν μου Ὡρίωνα διαίρεσιν καὶ καὶ οὐκ ἐπελεύσομαι καθὼς πρόκειται. ἔγραφον ὑπὲρ αὐτοῦ Πτολεμαῖος Πτολεμαίου μὴ εἰδότος γράμματα. ἐντέτακταιἐν Πτολεμαίδι Φαῶφι ιβ ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Μάρων ἐπιτηρητὴςΜάρων σεσημείωμαι.About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.