Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.2.334
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Φαῶφι κβ διὰ γραφείου Νειλουπόλε ως τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσι Θασῆς Στοτοήτεως τοῦ Ὥρου ἀπὸ κώμης Σοκνοπαίου Νήσου ἱέρεια ὡς ἐτῶν ν οὐλὴ ὑπὲρ ἀγκῶνα ἀριστερὸν μετὰ κυρίου τοῦ υἱοῦ Στοτοήτεως Στοτοήτεως τοῦ Στοτοήτεως ἱερέως πρώτης φυλῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου ὡς ἐτῶν λ οὐλὴ μετώπῳ ἐκ δεξιῶν καὶ Θασῆς Ὥρου τοῦ Πα νεφρύμεως ὡς ἐτῶν λ οὐλὴ γενείῳγεννίῳ μέσῳ μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Πανούφεως Ἀγχώφεως τοῦ Ἀγχώφεως ἱέρεια τῆς αὐτῆς φυλῆς τοῦ αὐ τοῦ θεοῦ ὡς ἐτῶν λα οὐλὴ μετώπῳ ἐξ ἀριστερῶνδεξιῷ Ταουῆτι Στοτοήτεως τοῦ Στοτοήτεως ὡς ἐτῶν μη ἀσήμῳ μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Παβοῦτος Σαταβοῦτος τοῦ Ἁρπαγάθου ὡς ἐτῶν ἐτῶν ξ ἀσήμουἀσήμω ἔχειν παρʼ αὐτῆς τὰς ὁμολογοῦσας παραχρῆμα διὰ χειρὸς ἀργυ ρίου κεφαλαίου δραχμὰς δεκατέσσαρες ἀρραβῶνα ἀναπόριφονἀναπόρειφον ἀπὸ τῆς συμπεφωνημένης τιμῆς ἀργυρίου δραχμῶν εἴκοσι μιᾶς τοῦ ὑπάρχον τος τῆς Θασῆτος Στοτοήτεως ἕκτου μέρους ἑβδόμου μέρους οἰκίας οὔσηςοὐσα ἐν κώμῃ Σοκνοπαίου Νήσου καὶ τοῦ ἐπιβάλλοντος μέρους τῆς Θασῆ τος Ὥρου ὅσου ἂν ᾖ τῆς αὐτῆς οἰκίας ἧς γείτονεςγίτονες τῆς ὅλης οἰκίας καθὼς ἐκ συμφώνουἐξυμφώνου ὑπηγόρευσαν νότου εἴσοδος καὶ ἔξοδος, βορρᾶ οἰκία Σαταβοῦτος, λιβὸς ἑτέρων οἰκόπεδα, ἀπηλιώτου Ἀγχώφεως οἰκία ὧν καὶ τὴν καταγραφὴν ποιήσονταιποιήσωνται αἱ β ὁμολογοῦσαι τῇ Ταουῆτι ὁπότε ἂν αἱρῆται αὐτῶν λαμβανόντων παρʼ αὐτῆς τὰς λοι πὰς τῆς τιμῆςτειμῆς δραχμὰς ἑπτὰ ἐὰν δὲ μὴμὴι καταγράψωσι ἔκτισιν αὐ τὰς τὸν ἀρραβῶνα διπλοῦν μεθʼ ἡμιολίας καὶ τόκων γινομένης τῆς πράξεως τῇ ΤαουῆτιΤαοῦτι ἔκ τε τῶν ὁμολογουσῶν καὶ ἐκ τῶν ὑπαρχόν των αὐταῖς πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεὺς Στοτοῆτις Τεσενούφεως ὡς ἐτῶν ε οὐλὴ ὀφρύσιν ἀμφοτέραις Θασῆς Στοτοήτεως μετὰ κυ ρίου τοῦ υἱοῦ Στοτοήτεως τοῦ Στοτοήτεως καὶ Θασῆς Ὥρου μετὰ κυρίου τοῦ ἀνδρὸς Πανούφεως Ἀγχώφεως ὁμο λογοῦμεν ἔχεινἔχιν παρὰ τῆς Ταουήτιος τὰς τοῦ ἀργυρίου δραχμὰς δεκατέσσαρες ἀρραβῶναἀραβῶνα ἀναπόρριφονἀναπόριφον τοῦ ἐπιβάλλοντος Θασῆτος Ὥρου μέρος καὶ ἕκτον μέρος ἑβδόμου μέρους τῆς Θασῆτος Στοτοήτεως οὐσῶν ἐν τῇ προκειμένῃ οἰκίᾳ ὧν αἱ γειτνίαιγιτνίαι πρόκινται καὶ κα ταγράψω ὅποτε ἐὰν αἱρῆται καθὼς πρόκειται Στοτο ῆτις ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.Cross-references (3)
- TM-Text 11714 primary
- DDbDP-Text p.lond;2;334 tier-1
- HGV-Text 11714 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.