Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mil.vogl.2.99
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Τῦβι δευτέρᾳ, ἐν τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Ὧρος τοῦ Τεσενούφεως ὡς ἐτῶν καὶ Τεσενοῦφις τοῦ Πέννειτος ὡς ἐτῶν καὶ ὁ ὁμοπάτριος ἀδελφὸς αὐτοῦ Ὧρος ὡς ἐτῶν εν ψιν καὶ Φαῆσις τοῦ εως ὡς ἐτῶν εἴκοσι οὐλὴ δακτύλῳ χειρὸς ως διῃρῆσ θαι πρὸς ἑαυτοὺς ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τοὺς ὑπάρχοντας αὐτοῖς χωρειροιη η πρν οἰκία καὶ αὐλή, ὥστε εἶναι Ὥρου Τεσενούφεως τὸ τρίτον μέρος καὶ τῶν δύο ΤεσενούφεωςΤεσενοῦφες καὶ τοῦ ἀδελφοῦ Ὥρου ἕτερον τρίτον μέρος καὶ Φαήσεως καὶ Πρωτινωνος κοινῶς τὸ ἕτερον τρίτον μέρος, καὶ ἐξ ἧς πεποίηνται πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων ἐκ κλήρου διαιρέσεως κεκληρῶσθαι τὸν μὲν Ὧρον Τεσενούφεως τὸ ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους τῶν ὅλων τόπων τρίτον μέρος, οὗ μέτρα λιβὸςλειβὸς ἐπʼ ἀπηλιώτην πήχεις δέκα πήχει τελείωι ξυλικῶι τεκτονικῷ ἐφʼ ὅσον ἄγουσι οἱ τόποι νότον ἐπὶ βορρᾶ, τοὺς δε δύο Τεσενοῦφιν καὶ τὸν ἀδελφὸν Ὧρον τὸ ἐκ τοῦ πρὸς λίβαλείβα μέρους τῶν ἐκἐγ λιβὸς ἀπολοίπων τόπων ἥμισυ μερος διατεῖνονδιατῖνον νότον ἐπὶ βορρᾶ κατʼ ἐπιβολὴν τοῦ ὄντος παντὸς ἐδάφους, τὸν δὲ Φαῆσιν καὶ Πρωτίωνα κοινῶς τὸ λοιπὸν τὸ ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους τῶν αὐτῶν ἐκἐγ λιβὸςλειβὸς ἀπολοίπων τόπων ἥμισυ μέρος διατεῖνονδιατῖνον νότον ἐπὶ βορρᾶ κατʼ ἐπιβολὴν τοῦ ὄντος παντὸς ἐδάφους, ἐφʼ ᾧ ὁ Τεσενοῦφις καὶ ὁ ἀδελφὸς Ὧρος ὑπολείψουσι ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους ἧς κεκλήρωνταικεκληρωται μοίρης τόπον οὗ μέτρα λιβὸςλειβὸς ἐπʼ ἀπηλιώτην πῆχυνπῆχοιν ἕνα τοὺς ἐπι ας ἀπολειπομε πήχεις τρεῖςτρῖς διατείνοντας νότον ἐπὶ βορρᾶ ἐφʼ ὅλων τῶν τόπων εἰς κοινὴν εἴσοδον καὶ ἔξοδον ὧν κεκλήρωνται ὁ Τεσενοῦφις καὶ ὁ ἀδελφὸς Ὧρος καὶ ιλουτα εἰς ἣν ἐξενρ αὐτῶν α ὧν κεκλήρωνται θύρας καὶ φῶτα θυρίδων τρία , τὸν δὲ Ὧρον Τεσενούφεως ἑαυτῶι ἀνοίγειν υ κεκληυ δσειτητην ἀπὸ νότου κατʼ ἀπηλιώτην ῥύμας βασιλικάς· κοινῶς δὲ ἀποίσονται τὸ ὂν κόπριονκοπριν ἐν ὅλοις τοῖς τόποις ἕκαστος κατὰ τὸ μέρος ἐν μησὶ τέσσαρσι ἀπὸ τῆς προκειμένης ἡμέρας, ἕκαστος δὲ ἀποίσεται ἃ ἔχειἔχι ἐν ὅλοις τοῖς τόποις ἴδια φορτία, ἃ καὶ ἀποθήσεται ἐν ὧι κεκλήρωται μέρος ἐν μησὶ δυσί · κοινὸν δὲ εἶναι τὸν ὄντα μύλον ΘηβαϊκὸνΘηβαεϊκὸν σὺν τραπέζῃτραπαίζῃ. ἐνμενέτωσαν οὖν οἱ ὁμολογοῦντες καὶ ἑκάτερον αὐτῶν καὶ τοὺς παρʼ αὐτῶν ἐν πᾶσι τοῖς κατὰ τήνδε τὴν διαίρεσιν ὁμολογουμένοις, καὶ μηδενὶ αὐτῶν ἐξεῖναι παραβῆναί τι τούτων μηδὲ ἐπελεύσεσθαι ἐπʼ ἀλλήλους περὶ ὧν ἑκάτερος κεκλήρωται, ἢ ὁ παραβὰς αὐτῶν ἐκτίσῃ τῷ ἐνμένοντι τὰ βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς διακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηδὲν ἧσσον χωρὶς τοῦ τὰ διωμο λογημένα κύρια εἰναι καὶ ἀμετακίνηταἀμετακείνητα διὰ παντός, ὑπογραφεῖς Ἰσχυρίων Ἰσχυρίωνος ἐτῶν οὐλὴ γόνατι ἀριστερῷ καὶ Μαρεψῆμις Πακήβκιος ἐτῶν με ἄσημος καὶ Πακῆβκις Ψοίφεως ἐτῶν ἄσημος. Ὧρος Τεσενούφεως ὁμολογῶὁμολογῶι πεποιῆσθαι τὴν διαίρεσιν καὶ κεκληρῶσθαι τὸ ἀπηλιωτικὸν μέρος, οὗ μέτρα λιβὸς ἐπʼ ἀπηλιώτην πήχειςπήχις δέκα διατείνοντες νότον ἐπὶ βορρᾶ καὶ ἐνμενῶ πᾶσι καθὼς πρόκειται. ἔγραψε ὑπὲρ αὐτοῦ Ἰσχυρίων Ἰσχυρίωνος μὴ εἰδότος γράμματα. Τεσενοῦφις καὶ Ὧρος ἀμφότεροι Πέν νειτος ὁμολογοῦμεν πεποιῆσθαι τὴν διαίρεσινδιαιραισεν καὶ κεκληρῶσθαι τὸ λιβικὸν μέρος καὶ ἐνμενοῦμεν καθὼς πρόκιται. ἔγραψε ὑπὲρ αὐτῶν Μαρεψῆμις Πακήβκιος μὴ εἰδότων γράμματα Φαῆσις καὶ Προτίωνος ὁμολογοῦμεν πεποιῆσθαι τὴν δι αίρεσιν καὶ κεκληρῶσθαι τὸτω κατὰ μέσον τόποντώπον καὶ ἐνμενοῦμεν πᾶσιν καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Πα κῆβκις Ψοίφεως μὴ εἰδότωνεἰδώτων γράμματα. ἀναγέγραπται διὰ Τουρίου τοῦ καὶ Ἀπολλωνίου τοῦ πρὸς τῷ γραφείῳ Τεβτύνεως καὶ Κερκεσούχων Ὄρους Πολέμωνος μερίδος. ἔτους δ Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Τῦβι δευτέρᾳ.Cross-references (3)
- TM-Text 12371 primary
- DDbDP-Text p.mil.vogl;2;99 tier-1
- HGV-Text 12371 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.