no image
DDbDP-text
Letter from Alexandria about returning to the Arsinoite nome despite tax harassment. A private letter written from Alexandria by a man who fled the Arsinoite nome (Fayum) after being wronged over the poll tax by a former village scribe. He asks his correspondent for a sworn assurance that he will not be harassed if he returns, otherwise he will stay in Alexandria, and gives an address at a dried-fruit shop for replies. Dated 29 March AD 84. machine translation
Linked by Trismegistos ID
TM 22703.
Each record below describes this same artifact or text from a different angle.
[r]
[column 1]
…
[column 2]
λαογραφίας τότε γὰρ ἐλασσωθεὶς ὑπὸ τοῦ προόντος κωμογραμματέως. ἐκεῖνος μὲν τότε ἐψεύσατο, νυνὶ δὲ ὑμεῖς
τὴν ἀλήθειαν γράψατε, πῶς δὲ δύναμαι εἰς Ἀρσινοείτην
παραγενέσθαι μάλιστα τοῦ καιροῦ τῆς σιτολογίας ἐνεστῶτος,
ἵνα παραγενάμενος εὐθέως πάλιν ἐπήρειά μοι γένηται, ἐὰν
δὲ δύνημαι σκεπάσαι ἢ ὑπὸ σκέπην τινα γενέσθαι, τοῦτό
μοι γράψον ὤμοσας διὰ τῆς ἐπιστολῆς ὅτι σου παραγεναμένου
οὐδεμία σοι ἐπήρεια ἔσται καὶ ἥδιστα πάντας καταλείψω
ἵνα μὴ τὴν πρὸς σὲ φιλίαν καταλείψω. ἐὰν δὲ μὴ ἦσαα
εὑρηκώς τινα ὅδον, γράψον μοι ἵνα μὴ πάλιν ἀναπλεύσω τὸν τοιοῦτον πόρον· κέκρικα γὰρ νὴ τοὺς
θεοὺς ἐν Ἀλεξανδρείᾳ ἐπιμένειν. πιστεύω γὰρ ὅτι
δυνηθήσομαι δεῖνα μέντοι γε οὐ θέλω, ἀλλὰ ἢ ἀνάγκη
περὶ δὲ ἁπάντων ἀντιφώνησίν μοι εὐθέως γράψον· οὐ γὰρ
ἀναπλέω εἰς Ἀρσινοίτην εἰ μή σου ἐπιστολὴν λάβω .
ἐὰν δέ μοι ἐπιστολὰς πέμπῃς, πέμψεις εἰς τὸ Θέωνος τραγηματοπωλῖον ἐπὶ τὸ Χαριδήμου βαλανεῖον καὶ ἐν τῶι
ἐργαστηρίωι εὑρήσει Δεῖον τὸν τοῦ Σύρου καὶ αὐτός μοι
ἀναδώσει ἢ παρὰ Ἡρακλειδίωνα τὸν τοῦ Ἄβα. καὶ περὶ ἄλλων
ἀναγκαίων μετεώρων ἤθελόν σοι γράψαι νὴ τοὺς θεούς.
οὐκ ἔγραψα δὲ διὰ τῆς ἐπιστολῆς εἰδὼς ἐμαυτῶι ὅτι ἤδη
προέσχηκας ἐν τῶι πράγματι. παρακαλῶ δέ σε ἵνα μή με
πλανήσῃς διὰ τῆς ἐπιστολῆς καὶ παραγενάμενος εὐθέως
[…]…ινα εκτ[…]
[v]
πάλιν καταπλεύσω, ἀλλά μοι εὐθέως
τὴν ἀλήθειαν γράψον. οἶδα γὰρ ἐμαυτῶι μὲν
ὅτι μέλει σοι πολλὰ περὶ ἐμοῦ, μελήσει
σοι δὲ ὡς ὑπὲρ ἰδίου τέκνου
ἔρρωσο
ἀσπάζου Ἀφροδοῦν τὴν μικρὰν καὶ
τοὺς ἐν οἴκωι πάντας. ἔρρωσο.
ἔτους γ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ
Γερμανικοῦ, Φαρμοῦθι γSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.