no image
DDbDP-text
Sale of a slave at Antinoopolis. A deed of sale of a slave from Antinoopolis, AD 330. Claudius Theon Timagenes, acting with a guarantor, sells to Flavius Sanctus also called Magnillius a slave he had earlier bought, for 250 myriads of denarii, with the standard guarantee clauses. machine translation
Linked by Trismegistos ID
TM 22756.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας Φλαουίων Γαλλικανοῦ καὶ Συμμάχου
τῶν λαμπροτάτων.
Κλαύδιος Θέων Τιμαγένης Ον[…]
Σαράπιδι τῆς λαμπροτάτης[…]
ἑξῆς ὑπογράφων μετὰ βεβαιωτοῦ πιστεικελευστοῦ καὶ ἐντολικαρίου τοῦ καὶ ἐγγυωμένου με καὶ π[…]καὶ πάσας τὰς
ἐγγεγραμμένας παντοίας διαστολὰς[…]
βουλευτοῦ ἄρξαντος Ἀντινοέων πόλεως
φυλῆς Παυλίνης[…]
Φλαυίῳ Σάγκτῳ τῷ καὶ Μαγνιλλίῳ τῇ τῶν Ἀντινοέων λαμπροτάτῃ πόλει […]ὁμολογῶ
πεπρακέναι σοι καὶ καταγεγραφηκέναι σοι ἐπὶ τὸν ἅπαντα
χρόνον τὸν ὑπάρχοντά μοι καὶ ὠνηθέντα ὑπʼ ἐμοῦ[…]
ἐπʼ ἐξουσίας μοι θυγατρὸς Εὐτροπίου τῆς καὶ Σαραπιάδος
διεξελθούσης τὸν βίον ἐπʼ ἐμοὶ κατὰ πάντα τοὺς τρόπους
ἀκολούθως τῇ συντελεσθείσῃ μοι πράσει κατʼ ἀσφάλειαν ἐπὶ τῆς ὑπατείας Παυλίνου καὶ Ἰουλιανοῦ μηνὸς
Παῦνι κζ ὑπὸ Αὐρηλίου Εὐσεβείου τοῦ καὶ[…]
Ἰσιδώρου τοῦ […]κουβο[…]…τη[…]
διὰ τοῦ πατρὸς αὐτοῦ[…]
τοῦ προκειμένου[…]
[… 1 line lost …]
ὑπὸ τρίχα ὄπισθεν[…]
θησεται ὅνπερ δομ[…]
καὶ ε…αφ[…]τῆς πρὸς
ἀλλήλους συμπεφωνημένης[…]τιμῆς
δηναρίων μυριάδων διακοσίων πεντήκοντα[…]
ἅσπερ αὐτόθεν ἐγὼ ὁ ἀποδόμενος ἀπέσχον παρὰ σοῦ τοῦ προκειμένου
Σάγκτου τοῦ καὶ Μαγνιλλίου […]
πρὸς τὸ ἐντεῦθεν κρατεῖν σε καὶ κυριεύειν τοῦ
πεπραμένου σοι ἀνδραπόδου …μου καὶ τοὺς παρὰ σοῦ
λημψομένους δεσπόζοντας χρωμένους καὶ οἰκονομοῦντας καὶ διοικοῦντας καὶ ἐπιτελοῦντας περὶ αὐτοῦ καθʼ ὃν
ἐὰν αἱρῆσθε τρόπον ἀνεμποδίστως βεβαιοῦντός μου τοῦ
πωλοῦντος καὶ τοῦ προκειμένου μου βεβαιωτοῦ πιστεικελευστοῦ καὶ ἐντολικαρίου καὶ τῶν παρʼ ἡμῶν πάσῃ βεβαιώσει
ἀπὸ παντὸς διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου
ἢ ἐκτείσειν σοι τῷ πριαμένῳ ἢ τοῖς παρὰ σοῦ τὴν προκειμένην
τιμὴν διπλῆν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ τὰ βλάβη
καὶ δαπανήματα διπλᾶ καὶ μηδὲν ἧσσον
τήνδε τὴν πρᾶσιν κυρίαν καὶ βεβαίαν εἶναι ἣν καὶ
δισσήν σοι ἐξεδόμην πρὸς δε[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.