no image
DDbDP-text
Linked by Trismegistos ID
TM 22757.
Each record below describes this same artifact or text from a different angle.
[…]… ἀγραφω…ε…[…]οις ἐκ πατρὸς …ίου μητρὸς Ἰσιδώρας συνεστῶτος ἐμοὶ μὲν Τεκύσι τοῦ ἐμαυτῆς ἀνδρὸς τοῦ καὶ ὑπογράφοντος ὑπὲρ ἐμοῦ μὴ εἰδυίας γράμματα Αὐρηλίου Σιλβανοῦ …τ…[…]ια, ἐμοὶ δὲ Ἰσιὰς ὁμοίως τοῦ ἐμαυτῆς ἀνδρὸς τοῦ καὶ ὑπογράφοντος ὑπὲρ
ἐμοῦμὴ εἰδυίης γράμματα Αὐρηλίου Πεκύσιος Πινουτίωνοςπάντες ἀπὸ Ἑρμουπόλεως τῆς λαμπροτάτης ἀναγραφόμενοι ἐπʼ ἀμφόδου Πόλεως Λιβὸς ἀλλήλοις
χαίρειν. ὁμολογοῦμεν ἑκουσίῳ γνώμῃ […] αὐθαιρέτως κατὰ τὴν […]…ασην ἔγγραφον ἀσφάλειαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα
χρόνονδιῃρῆσθαι πρὸς ἀλλήλους κατὰ τὰ μέρη τὰ εἰληχότα μίαν ὁλόκληρον οἰκίαν δίστεγον σὺν καταγαίῳ καὶ ὑοφορβίῳ οὖσαν ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Πόλεως
Λιβὸς[…]ἐμοὶ μὲν τῷ Συρίωνι τρίτον τετρακαιεικοστὸν μέρος, ἡμῖν δὲ ταῖς τρισὶ Κλεαύτει καὶ Τεκύσει καὶ Ἰσιάδι πάσαις ἥμισυ ὄγδοον μέρος καὶ λελογχέναι ἐμὲ μὲν τὸν Συρίωνα
ὑπὲρ τοῦ κατʼ ἐμὲ τρίτου τετρακαιεικοστοῦ μέρους … ἀνδρεῶνα νεύοντα εἰς νότον καὶ ἐν τῇ ἀνωτέρω αὐτῆς στέγῃ ἄλλον ἀνδρεῶνα
τὸν καὶ αὐτὸν νεύοντα εἰς νότον καὶ ἐπὶ τοῦ πυλῶνος μικρὰν κέλλαν καὶ ἐν τῷ καταγαίῳ καμάραν ε[…] ὑπὸ τὸν πυλῶνα νεύουσαν εἰς νότον καὶ κατʼ ἀντικρὺ … ἑτέραν
[…]νεύουσαν εἰς βορρᾶ καὶ τρίτον τετρακαιεικοστὸν μέρος ὑοφορβίου ἐν τοῖς ἐξ ἀπηλιώτου μέρεσι, ἐμὲ δὲ τὴν Τεκῦσιν λελογχέναι ὑπὲρ τοῦ κατʼ ἐμὲ ἕκτου τετρακαιεικοστοῦ μέρους ἐπὶ τοῦ πυλῶνος κέλλαν καλουμένην καὶ κάμινον καὶ ἐν τῷ καταγαίῳ καμάραν νεύουσαν εἰς τὸν πεσσὸν καὶ ἕκτον τετρακαιεικοστὸν μέρος τοῦ αὐτοῦ ὑοφορβίου,
ἐμὲ δὲ τὴν Κλεαῦτιν ὑπὲρ τοῦ κατʼ ἐμὲ ἕκτου τετρακαιεικοστοῦ μέρους λελογχέναι ἐπὶ τῆς δευτέρας στέγης ἀνδρεῶνα ἐν τοῖς ἔμπροσθε μέρεσι οὗ ἡ θύρα νεύει εἰς
ἀπηλιώτην καὶ ἐν τῷ καταγαίῳ καμάραν νεύουσαν εἰς ἀπηλιώτην καὶ τὸ ἐπιβάλλον μοι ἕκτον τετρακαιεικοστὸν μέρος τοῦ ὑοφορβίου, καὶ ἐγὼ Ἰσιὰς ὑπὲρ τοῦ κατʼ ἐμὲ ἕκτου τετρακαιεικοστοῦ μέρους λελογχέναι ἐπὶ τῆς πρώτης στέγης ἐπάνω τοῦ πυλῶνος ἀνδρεῶνα νεύοντα εἰς ἀπηλιώτην καὶ ἐν τῷ καταγαίῳ ἐπὶ τῆς
[…]ς μικρὰν καμάραν νεύουσαν εἰς ἀπηλιώτην καὶ τὸ ἐπιβάλλον μοι ἕκτον τετρακαιεικοστὸν μέρος τοῦ ὑοφορβίου καὶ ἕκαστον ἡμῶν ἐντεῦθεν κρατεῖν
καὶ κυριεύειν ὧν ἐλέχθην μερῶν καὶ χρᾶσθαι καὶ οἰκονομεῖν καὶ διοικεῖν ὡς ἐὰν αἱρῆται τρόπῳ ἀκωλύτως ἐξουσίας οὐκ οὔσης ἡμῖν ἐντεῦθεν παραβῆναι τήνδε τὴν διαίρεσιν βεβαιούντων ἡμῶν αὐτὴν πάσῃ βεβαιώσει. ἡ διαίρεσις κυρία τετρασσὴ γραφεῖσα ὁμότυπος πρὸς τὸ παρʼ ἑκάστῳ ἡμῶν εἶναι μοναχὸν πρὸς
ἀσφάλειανὡς ἐν δημοσίῳ ἀρχείῳ κατακειμένην ἧς καὶ τῇ ἐσομένῃ δημοσιώσει ἐντεῦθεν εὐδοκοῦμεν περί τε τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γεγενῆσθαι καὶ
ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας Ἰουνίου Βάσσου καὶ Φλαυίου Ἀβλαβίου τῶν λαμπροτάτων ἐπάρχων Χοιὰκ ι. Αὐρηλία Τεκῦσις διῄρημαι ὡς πρόκειται.
Αὐρήλιος Σιλβανὸς συνέστην τῇ συμβίῳ μου καὶ ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας. Αὐρηλία Ἰσίας
διῄρημαι ὡς πρόκειται.
Αὐρήλιος Πεκῦσις Πινουτίωνος συνέστην τῇ συμβίῳ μου καὶ ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας.
Αὐρήλιος Συρίων Ὡρίωνος διῄρημαι ὡς πρόκειται. Αὐρηλία Κλεαῦτις διῄρημαι ὡς πρόκειται. Αὐρήλιος Ἱέραξ ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.