no image
DDbDP-text
Letter of Qurra ibn Sharik to Basileios on fugitives from the Arsinoite nome. A letter from the Arab governor of Egypt, Qurra ibn Sharik, to Basileios, administrator of Aphrodito, rebuking him for not returning fugitives from the Arsinoite nome. It threatens severe punishment, including death, for anyone harbouring them and announces an envoy sent to search them out. machine translation
Linked by Trismegistos ID
TM 19802.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἐν ὀνόματι τοῦ Θεοῦ Κόρρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ
κώμης Ἀφροδιτὼ[…]περιγύρευσαι μαθεῖν τὸν τύπον
ὃν ἐξεθέμεθα ἕνεκε τῆς ἀποστροφῆς τῶν φυγάδων τοῦ Ἀρσινοίτου
εἰ μέντοι συνιεῖς. ἤδη γὰρ ὡς γινώσκεις γεγραφήκαμέν σοι περὶ τούτων
καὶ μέχρι τῆς δεῦρο τινὰ ἐξ αὐτῶν οὐκ ἐπέμψας διʼ ἣν αἰτίαν ἀγνοοῦμεν.
ἔσῃ οὖν ἐπιστάμενος ὡς ἐὰν φανείης παραμελήσας τι τὸ καθόλου
ἐκ τῆς ἐπιτροπῆς ἡμῶν ἢ καὶ εὕρομέν τινα ἐν τῇ διοικήσει σου
ἐξ ὧνπερ γεγραφήκαμέν σοι ἀποστεῖλαι συνέφερέν σοι μὴ γεννηθῆναι
ὅλως μήτε φανῆναι ἐν τοῖς ζῶσιν. λοιπὸν διαμάρτυραι τοὺς τῆς διοικήσεώς σου ἐμπόνωςχάριν τῶν αὐτῶν φυγάδων
τοῦ Ἀρσινοίτου. οὔτε γὰρ ἔχει συγγνώμην οὔτε παραχώρησίν τις
ἐξ ὑμῶν ἐὰν εὑρεθῇ ἐν τούτῳ τῷ χωρίῳ ἢ μ…ελικω ἢ αὐλῇ
…[…]…[…]πωμβρ[…]υ τις ὡς εἴρηται ἐκ τῶν ὁρισθέντων
ἀποστραφῆναι φυγάδων τοῦ Ἀρσινοίτου. λοιπὸν ὡς λέλεκται
παραφυλαττόμενος παραφύλαξαι τὴν ψυχήν σου σὺν τῶν τῆς
διοικήσεώς σου κατὰ[…]…[…]γὰρ τῶν παρόντων ἡμῶν γραμμάτων
κελεύσει Θεοῦ πέμπομεν ἀπόστολον ἡμῶν ὀφείλοντα μετὰ πάσης
ἀκριβείας καταψηλαφῆσαι ἕνεκε τῶν τοιούτων φυγάδων
ὅπου δʼ ἄν εἰσιν καὶ ἀπολεῖται ὁ φαινόμενος ἔχειν τινὰ
ἐκ τῶν θεματισθέντων ἀποστραφῆναι φυγάδων τοῦτʼ ἔστι
[…] ἐγράφη μηνὸς[…] ἰνδικτίονος η
[v]
Κόρρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳδιοικητῇ κώμης ἈφροδιτώSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.