no image
DDbDP-text
Letter of Qurra ibn Sharik ordering a requisition of shirts for the Caliph. Official letter from Qurra ibn Sharik, Arab governor of Egypt, to Basileios, administrator of Aphrodito, ordering him to collect from the villages 70 good-quality shirts, valued at a quarter solidus each, requisitioned for the Caliph. It was written on Mecheir 5 of the 8th indiction (30 January 710) and received on Mecheir 15. machine translation
Linked by Trismegistos ID
TM 19810.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα βεν Σζεριχ σύμβουλος
Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν
τῷ Θεῷ καὶ μετὰ ταῦτα. διεστείλαμεν διὰ τῆς διοικήσεώς σου
ἑβδομήκοντα καμίσια ἐκ νομίσματος τετάρτου λόγῳ ἐπιταγῆς
τοῦ Ἀμιραλμουμνιν ἐξ ἔθους γινομένης διὰ σοῦ καὶ τὰ τούτων ἐντάγια
ποιήσαντες τοῖς τῶν χωρίων ἐπέμψαμέν σοι. δεχόμενος οὖν
τὰ παρόντα γράμματα ἀνύων ἐκ τῶν χωρίων τῆς διοικήσεώς σου
τὸ ἐπιλαχὲν αὐτοῖς πόσον πρὸς τὴν δύναμιν τῶν
ἡμετέρων ἐνταγίων παρασκεύασον γενέσθαι τὰ τοιαῦτα
καμίσια καλὰ καὶ ἐπίλεκτα ὀφείλοντα ἀρέσαι ἡμῖν ταῦτα
ἀποστέλλων διʼ ἀνθρώπου σου τοῦ ὀφείλοντος παραδοῦναι
ὅπως εἰ δόξῃ ἀποστράφῃ τι ἐξ αὐτῶν ᾧ ἂν ταῦτα δώσῃ. ἐγράφη μηνὸς Μεχεὶρ ε ἰνδικτίονος η
[v]
Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ.
μηνὶ Μεχεὶρ ιε ἰνδικτίονος η ἠνέχωη διὰ Σαειδ περὶ καμισίων ο ἐκ νομίσματος δ λόγῳ ἐπιταγῆς τοῦ ἈμιραλμουμνινSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.