Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.4.1353
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
περὶ ἐκπομπῆς ναυτῶν καὶ τεχνιτῶν καὶ δαπανῶν κούρσου Αἰγύπτου ἰνδικτίονος θ إلى صحب إشقوة في نوتيّة المعبر و الصّنّاع أن يبعث بهم ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. κατέλαβονκατέλαβαν πρὸς σὲ τὰ ἐντάγια τῆς διαστολῆς τῶν ναυτῶναυτῶν καὶ τεχνιτῶν καὶ τῆς δαπάνης αὐτῶν τε καὶ τῆς τῶν μάχων τοῦ κούρσου Αἰγύπτου ἰνδικτίονος ἐνάτης οὐκ εξ αὐτοῖς δεχόμενος οὖν τὰ παρόντα γράμματα ἀπόστειλον πρωτοτύπωςπροτοτύπως διὰ πάσης συντομίας τὰς διασταλείσας διὰ τῆς διοικήσεώς σου δαπάνας πρὸπρὼ τοῦ ἀποβῇ τὸ ὕδωρ τῆς διώρυγος Ἀλεξανδρείας καὶ ἀναγκασθῇς δοῦναι τὰ φόρετρα τῶν αὐτῶν δαπανῶν ἕως αὐτῆς Ἀλεξανδρείας οὐ μὴν ἀλλὰ καὶ τοὺς ναύτας γενναίους καὶ ἐμπείρους. ἐπετρέψαμεν γὰρ τῷ παρόντι ἀποστόλῳ μὴ δοῦναί σοι ἄνεσιν ἕως δʼ ἂν εἰς πλῆρες ἐκπέμψῃς εἴ τί ἐστι διὰ τῆς διοικήσεώς σου. λοιπὸν μὴ γένηται ἐμπόδιος διὰ σοῦ καὶ ἐκ μὲν τοῦ σίτου καὶ τοῦ ἄρτου ὑστερήσῃςὑστερέσῃς τι τὸ σύνολον μήτε μὴν ἀνύσῃς ἐκ τῶν χωρίων ἀπαργυρισμὸν ὑπὲρ αὐτῶν τὸν ὁτιοῦν εἰ μὴ αὐτὰ τὰ εἴδη. ἐκ δὲ τῶν ὑπολοίπων δαπανῶν οἷον εἶδός ἐστι ἐξ αὐτῶν ἐν ἑτοίμῳ παρὰ τοῖς τῶν χωρίων εὐθέως πέμψον, ὃ δὲ ἀδύνατός ἐστιν δοῦναι ἐν εἴδεσιν ἀνύων τὸν ἀπαργυρισμὸν αὐτοῦ πρὸς τὴν ἐντεθεῖσαν διατίμησιν ἐν τοῖς ἡμετέροις ἐνταγίοις καὶ ἀπόστειλον πρὸς ἡμᾶς διʼ ἀνθρώπου σου πιστοῦ τοῦ ὀφείλοντος καταβαλέσθαι ἡμῖν μὴ παρέχων τοῖς ὑποδεχομένοις πιστικοῖς τὰς τοιαύτας δαπάνας παντοῖον ἀπαργυρισμὸν καὶ μὴ ἀμελήσῃς εἰς τὸ διὰ τάχους πέμψαι τούς τε ναύτας καὶ τεχνίτας καὶ τὰς δαπάνας καὶ δώσῃς κατὰ σεαυτοῦ πρόφασιν. ἐγράφη μηνὸς Μεχεὶρ ε ἰνδικτίονος η Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. μηνὸς Μεχεὶρ ιε ἰνδικτίονος η ἠνέχθηἠνηχ διὰ Σαειδ βερεδαρίου περὶ δαπάνης μάχων καὶ ναυτῶν κούρσου Αἰγύπτου ἰνδικτίονος θCross-references (3)
- TM-Text 19811 primary
- DDbDP-Text p.lond;4;1353 tier-1
- HGV-Text 19811 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.