Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.4.1380
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. πολλάκις φαινόμεθα γράμμασιν ἡμῶν χρησάμενοι πρὸς σὲ περὶ τοῦ διμοιρομέρους τῶν χρυσικῶν δημοσίων τῆς διοικήσεώς σου καὶ ἐδοκοῦμεν ὡς ἤδη τοῦτο κατεβάλου. ἡμῶν οὖν ἐπιτρεψάντων τοῖς νοταρίοις ἐγκύψαι εἰς τὰ χαρτία τῆς σακέλλης ἐφʼ ᾧ μαθεῖν τὸ τί κατεβάλου ἐν τῇ σακέλλῃ ηὕραμεν τὸ ἔργον σου ἀνίκανον καὶ μηδαμινὸν καί σε εἰς τοῦτο κακῶς διαπραττόμενον. καὶ γὰρ οὐκ ἀπεστείλαμέν σε σχολάσαι εἰς τὸ φαγονεῖνφαγονῖν, μᾶλλον δὲ ἀπεστείλαμέν σε φοβεῖσθαιφοβῖσθαι τὸν Θεὸν καὶ φυλάξαι τὴν πίστιν σου καὶ ἀνύσαι τὸ δίκαιον τοῦ Ἀμιραλμουμνιν. οὔτε γὰρ ἔχεις ἀφορμὴν τὴν οἵαν οὖν οὔτε οἱ τῆς διοικήσεώς σου. καλῶς γὰρ γέγονεν ὁ καρπὸς τῆς γῆς καὶ τοῦτο ὁ Θεὸς εὐλόγησεν καὶ ἐδίπλασεν ὑπὲρ ὃ ἢν πρὸ τούτου. γέγονεν δὲ καὶ ὁ σῖτος πολλοῦπολοῦ καὶ τοῦτο ἐπράθη παρὰ τῶν τῆς χώρας. λοιπὸν ὡς εἴρηται οὐκ ἔχεις τὴν οἵαν οὖν ἀφορμήν. βλέπε οὖν τὸ λοιπασθὲν διὰ τῆς διοικήσεώς σου ἐκ τοῦ διμοιρομέρους τῶν χρυσικῶν δημοσίων αὐτῆς. μετὰ πάσης συντομίας τοῦτο ἄνυσον μὴ ὑστερῶν ἐξ αὐτοῦ μιλιαρίσιονμυλιαρίσιν καὶ μόνον, γινώσκει γὰρ ὁ Θεός, ὡς οὐκ ἤρεσεν ἡμῖν τὸ πῶς πεποίηκας εἰς τὸ πρᾶγμα τῶν τοιούτων δημοσίων. ἐβουλόμεθα γὰρ δοῦναί σοι ἀνταπόδοσιν τούτου χάριν. ἐὰν οὖν ἐστι ἐν σοὶ ἀγαθὸν ὡς εἴρηται ἄνυσον μετὰ πάσης σπουδῆς τὸ λοιπασθὲν διὰ τῆς διοικήσεώς σοῦ ἐκ τοῦ τοιούτου διμοιρομέρους τῶν χρυσικῶν δημοσίων καὶ ἀπόστειλον. ὄφελος γάρ ἐστι τοῖς τῆς χωρᾶς δοῦναι κατὰ πρόσβασιν τὰ διʼ αὐτῶν καὶ μὴ ἐᾶσαι αὐτοὺς ἄχρις οὗ συναχθῶσιν ἐπάνω αὐτῶν καὶ στενωθῶσιν πληρῶσαι. ἐπιστάμεθα δὲ ὡς ἀνικανίᾳ καὶ ἀχρησιμίᾳ φερόμενος ὁ ὑπουργὸς ζητεῖ τὰ πρὸς ἀφορμὴν τοῦ ὑστερῆσαιὑστερε͂σαι τὰ διʼ αὐτοῦ. μὴ γένῃ οὖν τοιοῦτος καὶ δώσῃς κατὰ τῆς ψυχῆς σου πρόφασιν. ἰδοὺ μαρτυρόμεθά σε. ἐγράφη μηνὸς Παῦνι ζ ἰνδικτίονος θ μηνὸς ἰνδικτίονος θ διὰ Μουσλημ βερεδαρίου περὶ ἐκπέμψαι συμπλήρωσιν διμοιρομέρους χρυσικῶν δημοσίωνCross-references (3)
- TM-Text 19835 primary
- DDbDP-Text p.lond;4;1380 tier-1
- HGV-Text 19835 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.