no image
DDbDP-text
Linked by Trismegistos ID
TM 19843.
Each record below describes this same artifact or text from a different angle.
περὶ βουτύρου μέτρων θ δαπάνης προκουρσαρίων ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. λόγῳ δαπάνης τῶν προκουρσαρίων ἐξερχομένων εἰς τὰ κοῦρσα τῆς παρούσης ἰνδικτίονος ἐνάτης διεστείλαμεν διὰ τῆς διοικήσεώς σου ἐννέα μέτρα βουτύρου ἐξἐκ ἑνὸς ἕκτου νομίσματος καὶ τὰ τούτων ἐντάγια ποιήσαντες τοῖς τῶν χωρίων ἐπέμψαμέν σοι. δεχόμενος οὖν τὰ παρόντα γράμματα τὰ τοιαῦτα μέτρα τοῖς ἀφʼἀπʼ ἑκάστου χωρίου παρ ἀνελλιπῶςἀνελλειπῶς τὰ ταγέντα διὰ τῆς διοικήσεώς σου μέτρα ἐννέα πέμψον ἐν Ἀλεξανδρείᾳ διʼ ἀνθρώπων σου πιστῶν τῶν ὀφειλόντων τὸ τοιοῦτο βούτυρον καταβαλέσθαι Θεοδώρῳ αὐγουσταλίῳ καὶ κομίσασθαι τὴν ὑπὲρ αὐτοῦ ἀπόδειξιν καὶ κέλευσον αὐτοὺς τοῦτο δοῦναι καλὸν καὶ ἀρέσκον ἡμῖν ὅτι ἐπισπούδαστόν ἐστι τῷ Ἀμιραλμουμνιν λοιπὸν ἀμελλητὶ ἔκπεμψον τὸ τοιοῦτο βούτυρον ὡς εἴρηται ἀνελλιπῶςἀνελλειπῶς μὴ πέμπων ἀπαργυρισμὸν εἰ μὴ αὐτὸ τὸ εἶδος. ἐγράφη μηνὸς Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. ἠνέχθη διὰ περὶ βουτύρου μέτρων θ ἐκ νομίσματος α ϛ λόγῳ κούρσου Αἰγύπτου μάχωνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.