no image
DDbDP-text
Letter from Kurra to Basileios demanding gold taxes for soldiers' pay. Letter from the Arab governor of Egypt, Kurra ibn Sharik, to Basileios, administrator of Aphrodito, rebuking him for failing to collect and send the gold taxes of the seventh indiction. The money is needed to pay the Muhajirun soldiers before their raids, and a messenger is to stay with Basileios until the gold is sent. machine translation
Linked by Trismegistos ID
TM 19844.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος
Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν
τῷ Θεῷ καὶ μετὰ ταῦτα. πολλάκις γράμμασι φαινόμεθα
χρησάμενοι πρὸς σὲ περὶ τῆς ἐξανύσεως τῶν χρυσικῶν
δημοσίων ἑβδόμης ἰνδικτίονος καὶ μέχρι τῆσδε τῆς ἡμέρας
οὐ διηγέρθης εἰς τοῦτο οὔτε μὴν ἀπέστειλάς τι τὸ σύνολον
ἀλλʼ ἠμέλησας καταφρονήσας καὶ κατέλαβεν ὁ καιρὸς
τοῦ λαβεῖν τοὺς Μωαγαρίτας τοῦ Φοσσάτου τὰς ῥόγας
αὐτῶν καὶ ἐξελθεῖν εἰς τὰ κοῦρσα. δεχόμενος
οὖν τὰ παρόντα γράμματα εὐθέως διὰ πάσης συντομίας
ἀπόστειλον πρὸς ἡμᾶς εἴ τι δʼ ἂν συνῆξας χρυσίον
ἀπὸ τῶν αὐτῶν δημοσίων μετὰ ἀνθρώπου σου τοῦ
ὀφείλοντος τοῦτο καταβαλέσθαι ἐν τῇ σακέλλῃ.
ἐπετρέψαμεν γὰρ τῷ παρόντι ἀποστόλῳ ἵνα μὴ ἀποκινηθῇ
ἐκ σοῦ ἕως δʼ ἂν πέμψῃς εἴ τι δʼ ἂν ἤνυσας καὶ ἀγωνίσῃ
ἐνδρανῶς εἰς τὴν ἐξάνυσιν τοῦ λοιπαζομένου πόσου ἐκ τῶν τοιούτων
χρυσικῶν δημοσίων μετὰ κυβερνήσεως πέμπων
εἴ τι δʼ ἂν ἀνύεις ἐξ αὐτῶν κατὰ πρόσβασιν ἀμελλητὶ ὅπως
μὴ ἀναγκασθῶμεν ἀποστεῖλαι[…]
ἀλεῖψαί σε περὶ τούτου […]…[…]…[…]
διὰ τῆς διοικήσεώς σου τ[…]μετὰ
ἐπιεικείας καὶ κυβερνήσεως[…]
ἢ ἀδίκων καὶ ἔσῃ γινώσκωνὅτι τὸ πρῶτον
ἔργον τοῦ ὑπουργοῦ ἡ ἐξάνυσις τῶν δημοσίων ἐστὶ καὶ
μὴ γένηται διὰ σοῦ παρα…[…]
ἐμπόδιος ἢ τοῦ δοῦναι[…]
διὰ σοῦ πόσον καὶ κινδυνεύῃς. ἐγράφη μηνὸς[…]
[v]
Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης ἈφροδιτώSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.