no image
DDbDP-text
Letter of Qurra ibn Sharik to Basileios demanding payment of a fine. Letter of the Arab governor of Egypt, Qurra ibn Sharik, to Basileios, the administrator of Aphrodito, ordering him to pay at once into the treasury the gold fine imposed on him and his subordinates, which he had failed to pay. It threatens harsh consequences and notes that the harvest is in and the deadline has passed; it was written on 18 June 710 and received on 1 July. machine translation
Linked by Trismegistos ID
TM 19817.
Each record below describes this same artifact or text from a different angle.
[r]
περὶ ζημίας παγάρχου καὶ ὑπουργῶν إلى صحب إشقوه في غرامة العمّال
ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος
Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν
τῷ Θεῷ καὶ μετὰ ταῦτα. ἡμῶν ἐγκυψάντων εἰς τὸ κατάγραφον
τοῦ καταβληθέντος χρυσίου ἐν τῇ σακέλλῃ ὑπὲρ ζημίας
ὑπουργῶν οὐχ εὕραμέν σε καταβαλάμενον ὑπὲρ τῆς ταγείσης
διὰ σοῦ ζημίας καὶ τῶν ὑπουργῶν τῆς διοικήσεώς σου
τί ποτε ἄξιον λόγου καὶ ἐπίσταται ὁ Θεός· ἐβουλήθημεν
ἀποδοῦναί σοι ὑπὲρ τῆς τοιαύτης καταφρονήσεως
ὑπὲρ ὃ νομίζεις. δεχόμενος οὖν τὰ παρόντα γράμματα
ἀπόστειλον διὰ πάσης συντομίας ἐν τῇ σακέλλῃ τὸ ταγὲν
χρυσίον διὰ σοῦ τε καὶ τῶν ὑπουργῶν τῆς διοικήσεώς σου
ὑπὲρ ζημίας ὡς λέλεκται εἰ μέντοι ἔχεις ἀγαθὸν
καὶ συνιεῖς τοῖς γραφομένοις πρὸς σέ. ἐὰν γάρ ὑστερήσῃς
καὶ ἀναγκασθῶμεν ἑτέροις γράμμασι χρήσασθαι
μέλλει φθάσαι σε σὺν τοῖς αὐτοῖς γράμμασι τὰ θλίβοντά σε.
οὔτε γὰρ ἐπίσταται ὑμῖν ἀφορμὴ ἐν τούτῳ καθότι
ἤδη ἐθερίσατε τὰ γενήματα, παρῆλθεν δὲ καὶ ἡ
προθεσμία καὶ οὐκ ἔχετε ἔν τινι πρόφασιν.
λοιπὸν ἐὰν ἀγαπᾷς τὴν ψυχήν σου μὴ καταφρονήσῃς
ἐν τούτῳ. ἐγράφη μηνὸς Παῦνι κδ ἰνδικτίονος θ
[v]
Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ.
† Ἐπεὶφ ζ ἰνδικτίονος θ ἠνέχθη περὶ ἐκπέμψαι ζημίαν παγάρχου καὶὑπουργῶνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.