no image
DDbDP-text
[r]
βασιλεῖ Πτολεμαίωι χαίρειν Λάστρατος Μακεδὼν τριακοντάρουρος τῆς ϛ χιλιαρχίας. ἀδικοῦμαι ὑπὸ Πανταύχου … -αρούρου. ἐμοῦ γὰρ καταμεμετρημένου τὸν κλῆρον περὶ Ἀρσινόην τὴν κατὰ Σεβέννυτον Πανταύχου δὲ καταμεμετρημένου περὶ Σεβέννυτον,
καὶ διεσταλμένης ἡμῖν ὁδοῦ βασιλικῆς ἀνὰ μέσον τῶν ὁρίων τῶν κλήρων ἡμῶν διὰ τὸ καὶ
διεστάλθαι ἡμῶν τοὺς κλήρους ἐν τοῖς πεδίοις τῶν προγεγραμμένων κωμῶν
[…]ντει…κοτων…μων τῆι γῆι νυνὶ Πάνταυχος ἐπιβὰς ἐπὶ τὴν κοινὴν
ἡμῶν […]…μενη… ὁδὸν βασιλικὴν καταροτριᾶι καὶ οἷός ἐστιν κατασπείρειν αὐτὴν […]…κεκ…[…]υ…[…]…δευειν δι’ αὐτῆς. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Ὥρωι τῶι βασιλικῶι γραμματεῖ συναποστεῖλαί
μοι γεωμέτρην ὃς παραδείξει ἡμῖν τὰ ὅρια τῶν κλήρων καὶ διαστελεῖ τὴν βασιλικὴν ὁδόν. τούτου γὰρ γενομένου οὐκ ἀδικηθήσομαι ἀλλ’ ἐπὶ σὲ καταφυγών, βασιλεῦ, τοῦ δικαίου τεύξομαι.
εὐτύχει.
Ὥρωι. παράδειξον ἑκατέρωι τὰ καθήκοντα ὅρια. ἔτους β
Ξανδικοῦ α Μεσορή ζ
[v]
χαίρειν. ἐπισκεψάμενος διασάφησον ἡμῖν
καὶ π[…]…φαλωνος …[…]
[… 1 line lost …]
Λάστρατος Ὥρωι
πρὸς ΠάνταυχονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.