Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.5.1733

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους δωδεκάτου καὶ ὑπατείας τῆς αὐτῶν γαληνότητος ἔτους ἑνδεκάτου Φαμενὼθ ι ἰνδικτίονος ιβ ἐν Συήνῃ. Αὐρηλία Ταπία θυγάτηρ Τσίου μητρὸς Μαρίας χηρεύουσα ὁρμωμένη ἀπὸ Συήνης ἡ καὶ ἑξῆς ὑπογραφέα παρέχουσα τὸν ὑπὲρ αὐτῆς ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς μαρτυροῦντας τῇδε τῇ βεβαίᾳ καὶ ἐννόμῳ πράσει Φλαυΐῳ Ἄπα Δίῳ υἱῷ Σουροῦτος στρατιώτῃ ἀριθμοῦ Συήνης χαίρειν. ὁμολογῶ ἐγὼ ἡ προγεγραμμένη Ταπία διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἑκοῦσα καὶ πεπεισμένη ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ δίχα οἱασδήποτε κακονοίας καὶ κακοηθείας καὶ παντὸς φαύλου διανοήματος ἀλλὰ ἑκουσίῳ καὶ ἀμετανοήτῳ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει καὶ εἰλικρινεῖ συνειδήσει κατὰ τήνδε τὴν ἁπλῆν ἔγγραφον ἀσφάλειαν πεπρακέναι σοι σήμερον καὶ καταγεγρα φηκέναι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ καὶ ἑξῆς ἅπαντα χρόνον τὸ ὑπάρχον μοι καὶ ἐπιβάλλον ἥμισυ μέρος ἀπὸ τοῦ συμποσίου τοῦ ἐν τῇ δευτέρᾳ στέγῃ καὶ τὸ τέταρτον μέρος ἀπὸ τοῦ ἀέρος ἐπάνω τοῦ ἀκκουβίτουἀκουβίτου τοῦ ὄντος ἐπάνω τοῦ συμποσίου τοῦ καὶ ἀδιαιρέτου ὄντος μοι καὶ τῶντον ἀδελφῶν μου Μηνᾶ καὶ Τσελετ καὶ τὸ μέρος μου ἀπὸ πάντων τῶν χρηστηρίων τοῦ τε προθύρου καὶ πυλώνοςπυλόνος καὶ πεσσοῦ παραδρομίδος καὶ κλιβανίου σὺν εἰσόδῳ καὶ ἐξόδῳ καὶ ἀνόδῳ καὶ καθόδῳ τῆς αὐτῆς οἰκίας διακειμένης ἐπὶ τῆς αὐτῆς Συήνης περὶ τὸ νότινον μέρος τοῦ Φρουρίου καὶ περὶ λαύραν τοῦ ἁγίου ἀθλοφόρου Ἄπα Βίκτορος μάρτυρος ἐλθὸν εἰς ἐμὲ τὸ αὐτὸ ἥμισυ μέρος συμποσίου καὶ τὸ τέταρτον μέρος ἀπὸ τοῦ δώματος οὕτως· τέταρτον μὲν μέροςαερος ἀπὸ τοῦ συμποσίου καὶ τὸ ὄγδοον μέρος ἀπὸ κληρονομίας τῆς μητρὸς μου Μαρίας, τὸ δὲ ἄλλο τέταρτον μέρος καὶ τὸ ὄγδοον μέρος ἀπὸ τῶν προδεδηλουμένων τόπων καθὼς ἀνωτέρω εἴρηται ἀπὸ δικαίας ἀγορασίας ἐξ ἐγγράφου ὠνιακῆς ἀσφαλείας παρὰ Γεωργίου τοῦ ἐμοῦ ἀδελφοῦ κοινῶν ὄντων καὶ ἀδιαιρέτων εἴς τε ἐμὲ καὶ τοὺς ἀδελφούς μου ΜηνᾶνΜηνα καὶ Τσελετ καὶ εἰς αὐτὴν τὴν προγεγραμμένην Μαριὰμ ἀπὸ δικαίας κληρονομίας τῶν γονέων αὐτῆς Παπνουθίου καὶ Θέκλας πρὸς τὴν δύναμιν τοῦ κλήρου αὐτῶν· γείτονες δὲ τῆς ἁπάσης οἰκίας νότου οἰκία ΘέκλαςΘεκλα καὶ Δίου Κελωλίου, βορρᾶ τοῦ ἁγίου τόπουαοπου Ἄπα Βίκτορος μάρτυρος καὶ εἰς ἣν νεύει ἡ αὐθεντικὴ αὐτῆς θύρα ἀπὸ τοῦ ῥυμίου μεθʼ ἣν τοῦ αὐτοῦ ἁγίου τόπου, λιβὸς ἡ αὐλὴ Γούνθου Μακαρίου, ἀπηλιώτου τοῦ αὐτοῦ τόπου τοῦ ἁγίου Ἄπα Βίκτορος ἢ οἳ ἐὰν ὦσιὦσει γείτονες πάντῃ πάντοθεν καθὼς ὑπηγόρευσα καὶ οὐδὲν ἐμοὶ ὑπολέλειπται ἄπρατον ἀπὸ τοῦ αὐτοῦ ἡμίσους μέρους τοῦ συμποσίου τοῦ ἐν δευτέρᾳ στέγῃ νεύοντος εἰς βορρᾶ εἰς τὸ πλάτος τοῦ πεσσοῦ καὶ τὸ τέταρτον μέρος ἀπὸ τοῦ δώματος ἕως ἀέρος σὺνσὺμ μέρει ἁπάντων χρηστηρίων κατʼ ἀναλογίαν μου τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης χρυσοῦ νομίσματα τρίατρεία ζυγῷ Συήνης, γίνονται χρυσοῦ νομίσματα γ ζυγῷ Συήνης, ἥνπερ τελείαν τιμὴν αὐτόθι ἀπεσχηκέναι με παρὰ σοῦ τοῦ ὠνουμένου ἐγὼ ἡο πεπρακυῖαπεπρακως διὰ χειρὸς εἰς χεῖρά μου ἐξ οἴκου σοῦ ἀριθμῷ καὶ σταθμῷ πλήρη πρὸς τῷ σε ἀπεντεῦθεν τὸντου ὠνούμενονὠνουμενου τοῦ προδεδηλουμένουπρολουμενου ἡμίσους μέρους τοῦ συμποσίου τοῦ καὶ ἀδιαιρέτου ὄντος τοῦ ἐν τῇ δευτέρᾳ στέγῃ καὶ τὸ τέταρτον μέρος ἀπὸ τοῦ δώματος ἕως ἀέρος σὺν πᾶσι τοῖς χρηστηρίοις ἅμα τῶν ἄλλων συμμετόχων ἡμῶν κυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκονομεῖν καὶ οἰκοδο μεῖν καὶ πωλεῖν καὶ χαρίζεσθαι καὶ τέκνοις καὶ ἐγγόνοις διατάσσειν ᾧ ἐὰν αἱρῇαἱρησθαι τρόπῳ ἀκωλύτως καὶ ἀνεμποδίστως καὶ μὴ ἐγκαλεῖν σοι μήτε ἐγκαλέσειν μήθʼ ἕτερόν τινα τῶν ἐξ ἐμοῦ ὀνόματος ἐν μηδένι καιρῷ κατὰ μηδένα τρόπον ἀφορμῇ μηδεμίᾳ διὰ τὸ ὡς προεῖπον ἀπεσχηκέναι με παρὰ σοῦ τελείαν τὴν προγεγραμμένην τιμὴν, τὸν δὲ ἐγκαλέσοντά σοι ἢ καὶ ἀντιποιησόμενον περὶ τοῦ προδεδηλουμένου ἡμίσους μέρους ἀπὸ τοῦ συμποσίου καὶ τοῦτο τετάρτουτέταρτον μέρουςμέρος ἀπὸ τοῦ δώματος σὺνσὺμ μέρει χρηστηρίωνχρηστηριοις κατʼ ἀναλογίαν ἐγὼ ἡο πεπρακυῖαπεπρακως ἐκστήσω καὶ καθαροποιήσω σοι ἰδίοις μου ἀναλώμασι καὶ δαπανήμασι· εἰ δὲ μὴ δυνηθείην ἐφʼ ᾧ ἐμὲ καταβάλλειν σοι τὴν προγεγραμμένην τιμὴν ἐν διπλῇ ποσότητι καὶ πρὸς σὴν ἀσφάλειαν πεποίημαι σοι ταύτην τὴν πρᾶσιν κυρίαν οὔσαν καὶ βεβαίαν καὶ ἔννομον ἁπανταχοῦ προφερομένην μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων καὶ ἐπερωτηθεῖσαἐπερωτηθεισας ὡμολόγησα καὶ ἀπέλυσα. Αὐρηλία Ταπία θυγάτηρ Τσίου μητρὸς Μαρίας ἡ προγεγραμμένη πέ πρακα τὸ ἥμισυ μέρος τοῦτους συμποσίου καὶ τὸ τέταρτον μέρος ἀέρος ἐπάνω τοῦ ἀκκουβίτουἀκουβίτου καὶ ἀπέσχον παρὰ σοῦ τὴν ἐγκειμένην τιμὴν ἐν νομισματίοις τρίσιτρείσι καὶ βεβαιῶ σοι τὴν πρᾶσιν πάσῃ βεβαιώσει ὡς πρόκειται. Θεόφιλος ἐλάχιστος διάκονος ἀξιωθεὶς αιτηθεις ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίαςεἰδυίης. Κόμες ἐλάχιστος πρεσβύτερος Συήνης μαρτυρῶ. Φλαύιος Ἰωάννης Ἀβρααμίου ἀκτουάριος ἀριθμοῦ Συήνης μαρτυρῶ. Φλαύιος Κόμες Πααμίου αὐγουστάλιος ἀριθμοῦ Σύνης μαρτυρῶ. Φλαύιος Ἀνανίας Γεωργίου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. Ἄπα Ἰωσὴφ Ἄπα ΔίουΔιος διάκονος Συήνης μαρτυρῶ. Φλαύιος Δῖος Ψαχει ἀπὸ βικαρίωνβικαριανῶν ἀριθμοῦ Συήνης μαρτυρῶ. Φλαύιος Ἑρμίας Ἰωάννης στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. διʼ ἐμοῦ Φλαυίου Λαζάρου Πέτρου ἀδιούτορος ἀριθμοῦ Συήνης ἐγένετο.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.