no image
DDbDP-text
Acknowledgement of debt for rent via HGV-meta
Linked by Trismegistos ID
TM 36942.
Each record below describes this same artifact or text from a different angle.
Παχὼν εἰκάδιεἰκὰς ἀρχῇ τῆς δωδεκάτης ἰνδικτίονος. Αὐρήλιος Ἀνανίας Παπνουθίου μητρὸς γεωργὸς ἀπὸ κώμης Τέρτον Κανᾶς τοῦ Ἑρμουπολίτου νομοῦ. Αὐρηλίᾳ ανου τῇ εὐγενεστάτῃ ἀπὸ τῆς Ἑρμουπολιτῶν χαίρειν. ὁμολογῶ ὀφείλειν σοι καὶ χρεωστεῖν ὑπὲρ ἐκφορίων τοῦ ὑπʼ ἐμὲ ὑμετέρου ἡμιαρουρίουἡμιαρουρου σπορίμης γῆς καρπῶν δεκάτης καὶ ἑνδεκάτης τῶν ἀρτίως παρελθουσῶν δύο ἰνδικτίονων κεφαλαίου σίτου ἀρτάβας σίτου ἀρτάβας τρεῖς καὶ κριθῆς ἀρτάβας τρεῖς καὶ λαχανο σπέρμου ἀρτάβης τρίτον, γίνονται σίτου ἀρτάβαι γ καὶ κριθῆς ἀρτάβαι γ καὶ λαχανοσπέρμου ἀρτάβης γ, ἅσπερ ἀποδώσω σοι τῷ Ἐπεὶφ μηνὶ τῆς παρούσης δωδεκάτης ἰνδικτίονος χωρίς τινος ἀντιλογίας καὶ ὑπερθέσεως ἐν γενήμασι νέοις καθαροῖς κεκοσκι νευμένοις μέτρῳ Ἀθηναίῳ καὶ ἀποκατα στήσω αὐτὰς εἰς οἶκόν σου ἐν Ἑρμουπόλει ἰδίοις μου ζῴοις, παρέξω δέ σοι καὶ παραντο ὑποκειμένων σοι εἰς τοῦτο τὸ χρέος πάντων τῶν ἐμῶν πραγμάτων καθάπερ ἐκ δίκης. τὸ γραμματεῖον κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀνανίας Παπνουθίου γεωργὸς πεποίημαι τοῦτο τὸ γραμματεῖον. Αὐρήλιος Θεόφιλος Εὐλογίου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Ω ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. Θες Μηνᾶ ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῷ γραμ ματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Γεώργιος Ἀρτεμιδώρου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. εικφλι ἐμοῦ Πε γραμματεῖον Ἀνανία Παπνουθίου γεωργοῦ ἀπὸ κώμης Τέρτον ΚάνωΚανᾶς τοῦ Ἑρμουπολίτου ι καὶ ια ἰνδικτιόνων σίτου ἀρταβῶν γ καὶ κριθῆς ἀρταβῶν γ καὶ λαχανοσπέρμου ἀρτάβης γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.