Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.lond.7.1940 ca. März - Apr. 257 v.Chr.Alexandria

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 2383. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] [column 1] ἔτους κη. λόγος παρὰ Δημητρίου ὑπηρέτου. ἔχω παρὰ Ζήνωνος ἐν Βουβάστωι διὰ Πέλοπος τοῦ ἀποστολέως εἰς τὰ ναῦλα ἀργυρίου δραχμὰς υμα ὀβολὸν ἡμιωβέλιον τέταρτον ὀβολοῦ καὶ παρὰ Ἀριστέως διʼ ἐπιστολῆς Ζήνωνος ὧν σύμβολον πεποιήμεθα χαλκοῦ δραχμὰς υι τετρώβολον γίνονται δραχμαὶ ωνβ ἡμιωβέλιον ἀπὸ τούτου ἀνήλωται εἰς τὰ ναῦλα σίτου τοῦ ἐμβληθέντος ἐκ τοῦ Κολχονουφίτου μέτρωι ἀποδοχικῶι πυρῶν ἀρταβῶν Γιζ ὡς τῶν ρ ἀρταβῶν δραχμῶν κβ γίνονται δραχμαὶ χξγ τριώβολον ἡμιωβέλιον. τούτου τὸ ἥμισυ ἀργυρίου δραχμαὶ τλα πεντώβολον τέταρτον ὀβολοῦ καὶ χαλκοῦ δραχμαὶ τλα πεντώβολον τέταρτον ὀβολοῦ καὶ τῆς κριθῆς ναῦλον μέτρωι ἀποδοχικῶι ἀρταβῶν ωκϛ 𐅵 δ ὡς τῶν ρ ἀρταβῶν δραχμῶν ιϛ τετρωβόλου γίνονται δραχμαὶ ρλζ τετρώβολον ἡμιωβέλιον τέταρτον ὀβολοῦ. τούτου τὸ ἥμισυ ἀργυρίου δραχμαὶ ξη πεντώβολον τέταρτον ὀβολοῦ χαλκοῦς καὶ χαλκοῦ δραχμαὶ ξη πεντώβολον τέταρτον ὀβολοῦ χαλκοῦς γίνονται τὸ πᾶν ἀργυρίου δραχμαὶ υ τετρώβολον ἡμιωβέλιον χαλκοῦς χαλκοῦ δραχμαὶ υ τετρώβολον ἡμιωβέλιον χαλκοῦς λοιπὸν ὑπερέχω ἀργυρίου δραχμὰς μ τριώβολον χαλκοῦν καὶ χαλκοῦ δραχμὰς θ πεντώβολον τέταρτον ὀβολοῦ χαλκοῦν ἔχομεν δὲ καὶ εἰς τὸ διαχειριστικὸν καὶ φόρετρα παρὰ Ζήνωνος ἐν Βουβάστωι ἀργυρίου δραχμὰς ρδ ἀπὸ τούτου ἀνήλωται διαχειριστικὸν τοῖς ναυκλήροις τῶν ρ ἀρταβῶν δραχμαὶ β ἀρταβῶν Γιζ καὶ κριθῆς ἀρταβῶν ωκϛ 𐅵 δ ὡς τῶν ρ ἀρταβῶν δραχμῶν β γίνονται δραχμαὶ οζ τριώβολοντέταρτον ὀβολοῦ ἀργυρίου τὸ ἥμισυ δραχμαὶ λη τετρώβολον ἡμιωβέλιον χαλκοῦς καὶ χαλκοῦ λη τετρώβολον ἡμιωβέλιον χαλκοῦς ὑποζυγίοις τοῖς καταγαγοῦσι ἐπὶ τὸν ποταμὸν πυρῶν ἀρταβῶν Γιζ τῶν ρ ἀρταβῶν δραχμαὶ β τετρώβολον ἀφαιρουμένου δὲ τοῦ ἐφέκτου διωβόλου τετάρτου ὀβολοῦ χαλκοῦ λοιπὸν δραχμαὶ β ὀβολὸς ἡμιωβέλιον χαλκοῦς γίνονται χαλκοῦ ξη τριώβολον καὶ κριθῆς ἀρταβῶν ωκϛ 𐅵 δ τῶν ρ ἀρταβῶν δραχμὴ α τριώβολον ἀφαιρουμένου τοῦ ἐφέκτου γίνονται χαλκοῦ δραχμαὶ ιβ ὀβολὸς ἡμιωβέλιον τέταρτον ὀβολοῦ [column 2] ὑπερέχω ἀργυρίου δραχμὰς ξε ὀβολὸν τέταρτον ὀβολοῦ χαλκοῦν χαλκοῦ δὲ ὑπεραναλίσκω δραχμὰς ριθτριώβολον τέταρτον ὀβολοῦ χαλκοῦν ἔχω παρὰ Ἀριστέως διὰ τραπέζης εἰς τὸν καταχθέντα σῖτον ἐκ τοῦ Γυναικοπολίτου ἐξ Σύρων κώμης εἰς τὰ ναῦλα καὶ ἀνηλώματα ἀργυρίου δραχμὰς μδ καὶ χαλκοῦ δραχμὰς με ἄλλας ἀργυρίου μη ἄλλας δραχμὰς κ γίνονται ἀργυρίου δραχμαὶ ριβ χαλκοῦ δραχμαὶ με τὸ πᾶν ρνζ ἀπὸ τούτου ἀνήλωται εἰς ναῦλα διʼ Ἀττίνου τοῦ παρὰ Δημητρίου ἀρταβῶν ψμ ὡς τῶν ρ ἀρταβῶν δραχμῶν ιβ γίνονται δραχμαὶ πθ τούτου ἀργυρίου μδ καὶ χαλκοῦ με καὶ διὰ Πετεχῶντος τοῦ κυβερνήτου καὶ τῶν χειριστῶν ἠγοράσθησαν πάπυροι στεγάσιμοι εἰς τὴν θαλαμηγὸν πρὸς χαλκὸν δραχμῶν ια ψίαθοι κ ἀνὰ διώβολον δραχμὰς ϛ τετρώβολον. καὶ τοῖς πορευθεῖσιν ἐπὶ τὰς ψιάθους εἰς πορθμίδας καὶ ἀνήλωμα διώβολον καὶ εἰς κίστην ὥστε κατασφαγίζεσθαι τὸ ἡμιαρτάβιον ὃ ἀνήγομεν πρὸς τὸν σιτολόγον δραχμὴ α διώβολον καὶ τῶι παρὰ Ἀμύντου ναυκλήρωι τῶι μισθωσθέντι καὶ τοῖς συμπλεύσασιν εἰς τὸν Προσωπίτην ὃ προέλαβεν εἰς τοὺς ναύτας ὃ δεήσει εἰσπρᾶξαι διὰ τὸ μὴ ἐμβληθῆναι τὸν σῖτον χαλκοῦ δραχμαὶ ζ γίνονται ἀργυρίου δραχμαὶ μδ χαλκοῦ οα διώβολον [column 3] ὑπερέχω ἀργυρίου δραχμὰς ξη ὑπεραναλίσκω χαλκοῦ δραχμὰς κϛ διώβολον τὸ πᾶν ὃ προσοφείλω ἀργυρίου δραχμαὶ ρογ τετρώβολον ἡμιωβέλιον εἰς τοῦτο συνεστάθη Ἀρτεμίδωρος κομίσασθαι παρὰ Θευδώρου ἀργυρίου δραχμὰς ιβ λοιπαὶ ρξα τετρώβολον ἡμιωβέλιον χαλκοῦ δὲ ὑπεραναλίσκω δραχμὰς ρλδ τριώβολον ἡμιωβέλιον τέταρτον ὀβολοῦ χαλκοῦν [v] ἣν κατήγαγεν Δημήτριος κριθὴν ἀρταβ ωοβ 𐅵

Connections

Found at Alexandria

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.