no image
DDbDP-text
Comptes de transport par eau via HGV-meta
Linked by Trismegistos ID
TM 3227.
Each record below describes this same artifact or text from a different angle.
[r]
[column i]
λόγος παρʼ Ἀνδρονίκου
[…]υ· ἔχω εἰς τὴν
κομιδὴν τῶν ξύλων εἰς τὴν σχεδίαν
ἔτους […] Μεσορὴ β
παρ’ Ἀμεννεῦτος
τραπεζίτου δραχμὰς ρκ·
ἀπὸ τούτου ἀνήλωμα
[…]υ Ἀρχιτίμου
εἰς Ἡρακλέους πόλιν ὁ λόγος
ναῦλον πλοίου τῶι ἀναγαγόντι τοὺς ἁλιεῖς καὶ
τοὺς ναυπηγοὺς ἐκ Πτολεμαίδος εἰς Ἡρακλέους
πόλιν, σώματα ιδ δραχμὴ α ὀβολὸς 𐅵
ἐν Ἡρακλέους πόλει
ναῦλον πλοίου τῶι ἀναγαγόντι […]
ἐξ Ἡρακλέους πόλεως
εἰς Ὀξυρύγχων πόλιν
καὶ καταγαγόντι εἰς
Ἡρακλέους πόλιν, τῆς ἡμέρας δραχμαὶ δ,
ἀπὸ δὲ δ ἕως η, ἡμερῶν ε δραχμαὶ κ
ζ
καὶ ἐν τῶι Ἡρακλεοπολίτηι
ναῦλον κυβαιδίου τῶι
περιπλέοντι περὶ τὸν Ἡρακλεοπολίτην, ἐπισκοπούμενοι
[…] ἔν τισιν κώμαις
[…] τῆς ἡμέρας δραχμαὶ β
ἀπὸ δὲ θ ἕως ια, ἡμερῶν γ δραχμαὶ ϛ.
γίνονται δραχμαὶ κζ ὀβολὸς 𐅵.
καὶ εἰς τὰ ἐπιτήδεια τοῖς σώμασιν
ιδ ἐν πλοίωι, ἑκάστωι τῆς ἡμέρας διώβολον
γίνονται δραχμαὶ δ τετρώβολον, ἀπὸ δὲ δ ἕως η
ἡμερῶν ε δραχμαὶ κγ διώβολον
ἐν τῶι Ἡρακλεοπολίτηι εἰς σώματα γ
ἡμερῶν γ δραχμαὶ γ
γίνονται δραχμαὶ κϛ διώβολον
[column ii]
κγ
εἰς βάρεις γ, ἐν ἑκάστηι σώματα ϛ
γίνονται ιη, καὶ ναυπηγὸς α,
καὶ ὁ παρὰ τοῦ Ἡρακλείδου
μάχιμος α, γίνεται σώματα κ
ἑκάστωι τῆς ἡμέρας διώβολον, γίνονται δραχμαὶ ϛ τετρώβολον,
ἀπὸ δὲ κγ ἕως κη,
ἡμερῶν ϛ δραχμαὶ μ
θ
ἄλλοις ιδ, ἀνὰ διώβολον, γίνονται τῆς ἡμέρας δραχμαὶ δ τετρώβολον,
ἀπὸ δὲ κθ ἕως ἐπαγομένων
ε, ἡμερῶν ζ δραχμαὶ λβτετρώβολον
γίνονται δραχμαὶ οβ τετρώβολον
καὶ Ἀνδρονίκωι ὀψώνιον δραχμαὶ κ
καὶ φυλακιτικὸν ἐν τῶι τ…[…]
ποταμῶι
ἐν Πεκερκευρ καὶ ἐν …[…]
…ψευ δραχμαὶ β
γίνονται δραχμαὶ κβ
εἰς τὸ αὐτὸ δραχμαὶ ρμη ὀβολὸς 𐅵
ὑπερανηλίσκονται δραχμαὶ κηὀβολὸς 𐅵
[…]…μου τῶι παρὰ τοῦ
Ἡρακλείδου μαχίμωι δραχμαὶ β
γίνονται δραχμαὶ λ ὀβολὸς 𐅵
[v]
Λόγος παρ’ Ἀνδρονίκου
…χ…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.