no image
DDbDP-text
Letter from Horos to Pemenes about a striking swineherd and starving pigs. A letter from Horos to Pemenes reporting that the swineherd Herieneuphis has taken refuge at the king's altar and refuses to work until paid four months' wages, claiming as a sailor that no one can force him. Horos asks Pemenes to get Zenon to send the wages and another worker, warning that the pigs are starving. machine translation
Linked by Trismegistos ID
TM 1569.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ὧρος Πεμενῆτι χαίρειν.
Ἑριενοῦφις ὁ ὑοφορβὸς ἀπεχώρησεν ἐπὶ τὸν
βωμὸν τοῦ βασιλέως, λέγων ὅτι
οὐ μὴ βόσκω τὰς ὗς ἐὰν μή μοι
τὸν μισθὸν ἀποδῶις τετραμήνου, λέγων ὅτι ναύτης εἰμί, οὐθείς με μὴ δύνηται ἅψασθαι οὐδὲ ἀναγκάσαι βόσκειν τὰς ὑμετέρας ὗς. καλῶς ἂν οὖν ποιήσαις
ἐντυχὼν Ζήνωνι καὶ εἴπας αὐτῶι περὶ τοῦ ὀψωνίου ὅπως
ἂν ἡμῖν ἀποστείληι ἵνα ἅνθρωπος μὴ ἀπέλθηι ἀλλὰ βόσκηι.
γίνωσκε οὖν ὅτι προλέγω σοι ἵνα
μή μοι ὕστερον ἐγκαλῆις. αἱ ὕες
σοι ὧδε πεινῶσιν. πλείω οὖν ἐστιν τὰ ἀπολλύμενα τῶι λιμῶι
καὶ ἀποθνήισκοντα ἢ ὅσα ὑπὸ
τῆς νόσου ἀπόλλυται τῆς
ἐμπιπτούσης εἰς τὰ ἱερεῖα.
εἶπον οὖν Ζήνωνι ὅπως ἂν ἡμῖν ἀποστείληι ἄλλο σῶμα ἵνα
ἀπαγάγωμεν τὰ ἱερεῖα ἐπὶ
τὸν ἄρακον. οὐ γὰρ ἱκανός ἐστιν
ὁ εἷς βόσκειν ἐκεῖ ἱερεῖα ξ, ἀλλὰ δύο ἔσονται ἱκανοί. ὧδε δὲ
ἄλλος ἔσται πρὸς τοῖς λοιποῖς,
οὔπω γὰρ δύναται τὰ λοιπὰ
ἔσθειν ἄρακον.
ἔρρωσο. Φαῶφι κβ.
[v]
Πεμενῆτι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.