Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.7.2008

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἰάσων Ζήνωνι χαίρειν. γέγραφά σοι πλεονάκις περί τε τῶν ἐννομίων καὶ τοῦ φυλακιτικοῦ τῶν ὑικῶν ἱερείων, καὶ οὐδεμίαν οἰκονομίαν πεποίησαι ο οὐδὲ χρόνον ἤιτησαιἤιτεσαι ἐν ὧι ταξόμεθα. ἡμεῖςἡμῖς δὲ ὧδε παροινούμεθα ὑπό τε τῶν οἰκονόμων καὶ πρακτόρων. διέγνωκα οὖν καταπλεῦσαι πρός σε τοὺς λόγους φέρων ἵνα μὴ Θεοφί λου παραγενομένου παροινηθῶ δι ὰ τὸ χειρογραφῆσαί με αὐτῶι. τέτα γμαι δὲ ἀφʼ οὗ τὸν διάλογονδιλογον ἐποιησά μηνἐποιεσάμεν εἰς δραχμὰς υ. τὰ δὲ ὀφειλήματάὀφιλημά ἐστιν ἀδύνατα τοὺς ἐν ἩφαιστιάδιἩφαιστιάδει σκορ δευτὰς παρέδωκα εἰς τὸ ἐννόμιον καὶ τὰ φορτία αὐτῶν Ἀριστάνδρωι τῶι οἰκο νόμωιοἰκονωι. Ἐτέαρχος δὲ ἔφη αὑτοῦ εἶναι τὰ ἐν τῆι γῆι καὶ αὐτὸς κεχορηγηκέναικεχορηγεκέναι, ὡς δʼ ἂν κομίσωμαι, ἔφη, τό τε ἐκφόριον καὶ τὸ ἀνήλωμα, ἐάν τι καταλείπεταικαταλίπεται κομίσασθε. καὶ ἡμεῖςἡμῖς ἀφήκαμενἀφηκαν οὖν αὐτούς. τὸν σπόρον τοῦ σησάμου ἐφώδευσα τῆι θ τοῦ Φαμενώθ, καὶ ἐνῆν ἀνατολὴἀτολὴ ἀραιά. ἐπιτιμῶντος δʼ ἐμοῦ Εὐδήμωι, ἔφη σε γεγραφέναι αὐτῶι τὸ προστασσόμενον ὑφʼ Ἡροδότου ποιεῖνποεῖν, τὸν δὲ Ἡρόδοτον οὐ συνπαραλαμβάνειν αὐτὸν εἰς τὸν σπόρον οὐδὲ ἐᾶν ἐπακολουθεῖν τοῖς γεινομένοις, ὡσαύ τως δὲ καὶ Μενίταν. ἔφη δὲ Εὔδημος ἐμβεβλῆσ θαιἐμβλησθαι εἰς ἑκάστην ἄρουραν σπέρμα τος χοίνικες δ 𐅵. τὰ δὲ λοιπά σοι ἀναγγελεῖ σοι Σάτυρος· ἐφώδευκεν γὰρ πάντα. προσήγγειλενπροσέγγειλεν ἡμῖν Τιμοκλῆς τῶν πρεσβυτέρωνπροσβυτέρων τις ὀφείλεινὀφίλειν σοι τοὺς λοιποὺς πρεσβυτέρους τοὺς ἐν τῆι Διννέως Κοίτηι ὃ ἀνήλωσας εἰς τὴν διώρυγα εἰς δραχμὰς νϛ ὀβολὸν ἐφʼ ὧι ἐὰν διαλογι σώμεθα πρὸς αὐτοὺς καὶ ἔλ θηι εἰς ὁμόλογον, ἀφεθήσεταιαφηθησεται τὸ ἐπιβάλλον αὑτῶι μέρος ἀπὸ τῶν νϛ ὀβολοῦ, δραχμαὶ ϛ τετρώβολον. διαλε λογισμένοιδιαλελογεισμένοι οὖν εἰσινἰσιν καὶ συν εγράψαντο δώσεινδώσιν εἰς τὰ ἀργυρικὰ τοῦ λϛ ἔτους. ἐὰν δὲ ἡμεῖςἡμῖς καταβάλωμεν, ὑπολο γήσομεν αὑτοῖς εἰς τὸ ἐκ φόριον τοῦ λθ ἔτους. ἔρρωσο. ἔτους λθ, Φαμενὼθ ι. Ζήνωνι.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.