no image
DDbDP-text
Petition of Menandros against the cleruch Dionysodoros over a house plot. A petition to King Ptolemy from Menandros, a man of the Epigone, complaining that the cleruch Dionysodoros twice drove him by force out of houses he had built on a deserted plot assigned to him by the billeting officer Petosiris. Dionysodoros claimed to hold the whole plot from Zenon; Menandros asks the king to hear his case. machine translation
Linked by Trismegistos ID
TM 1601.
Each record below describes this same artifact or text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Μένανδρος τῆς ἐπιγονῆς. ἀδικοῦμαι ὑπὸ Διονυσοδώρου τῶν κληρούχων. αἰτησαμένου γάρ μου
τόπον ἔρημον Πετοσῖριν τὸν σταθμοδότην κατωικοδόμησα
ἐμαυτῶι οἰκίαν. προσελθόντος δέ μοι καὶ ἀξιώσαντος Διονυσοδώρου
ἀντὶ ἐνοικίου δραχμὰς β εἰς ἐνιαυτόν, ἄχρι ἤμην ἐν ἀγρῶι παρὰ Ἀμβιλάωι
…ων αὐτῶι τὸν κλῆρον, κατωικοδόμει μοι τὴν οἰκίαν
κύκλωι καταγνούς μου τὴν ἐρημίαν τύπτων ἐγβάλλει . ἐπεὶ δʼ ἐπέσχον, οὐκ ἔχων τὸν παραστησόμενόν μοι, ἄλλην οἰκίαν ὠικοδόμησα ἐμαυτῶι,
αὐτὸς ἐγβάλλει με τύπτων καὶ ἀπὸ ταύτης φάμενος παρὰ Ζήνωνος ἔχειν τὸν
τόπον ἅπαντα, ἐν τῆι κρίσει εἰσ…όμενος πρός με ἐπὶ Νέστου. δέομαι οὖν
σου, εἰ καί σοι δοκεῖ, διακοῦσαί μου ἵνα μὴ καταδυναστευθῶ ὑπὸ Διονυσοδώρου.
εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.