no image
DDbDP-text
Linked by Trismegistos ID
TM 1607.
Each record below describes this same artifact or text from a different angle.
Ζήνωνι χαίρειν Πᾶις ὁ τοῦ Πάτιτος ἀδελφός. ἀφʼ οὗ ἥκω εἰς τοὺς τόπους οὔτε
λελήισμαι οὔτε κέκλοφα οὔθʼ ἥκει καταβοῶν οὐθεὶς πρός σε κατὰ μοῦ· ἔστι δὲ ἀφʼ οὗ ἀπῆγμαι
ἤδη πεντάμηνος. ἐγλέλοιπε ἡμᾶς πάντα ὥστε καὶ τῶν ἀναγκαίων ἐνδεὴς εἶναι.
νῦν οὖν ἱκέται καταπεφεύγαμεν πρός σε. οὐκ ἔχομεν βοηθὸν ἄλλον οὐθένα ἀλλὰ σέ. ὀμνύω
τὴν σὴν τύχην καὶ τὸν βασιλέως δαίμονα ψευδῶς ἀπῆγμαι. καὶ αὐτὸς ἐπίστηι ὅτι τῶν εὐτάκτων
εἰμί. ἐγγύησαί με σὺ παραμονῆς· ἐγὼ δέ σοι ἐξελθὼν ἐγγύους σοι καταστήσω.
εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.