no image
DDbDP-text
Offer from Techestheus to Zenon to supply stone for works at Memphis. A business proposal addressed to Zenon by Techestheus, offering to supply rubble stone for building works at Memphis at set prices, and to cut stones for a wine-press from the quarry used before, with guarantors. A postscript offers advice on bringing water to the village; mid-3rd century BC. machine translation
Linked by Trismegistos ID
TM 1616.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ζήνωνι χαίρειν Τεχεσθεύς. εἴ σοι δοκεῖ, δίελθε τὰ γεγραμμένα πάντα
τὰ ἐν τῆι ἐντεύξει.
ἐπειδὴ χρείαν ἔχεις χάλικος εἰς τὰ κατὰ
Μέμφιν ἔργα, ἐπαγγέλλομαί σοι δώσειν
τὸ ναύβιον ὀβολοῦ α 𐅵 τῆς δὲ ὀργυιᾶς τριωβόλου, ἐφʼ ὧι
προσδεχθήσεταί μοι ὅσος προσδεχθήσεται γόμος τοῖς πλοίοις, δοθήσεται δέ μοι
ἐντολὴ περὶ τῶν παρʼ ἡμῖν[…]ν
ὅπως ἂν μηθεὶς προσέλθηι αὐτοῖς, ὡσαύτως δὲ καὶ περὶ τῶν γωνιείων. εἰ δὲ χρείαν ἔχεις εἰς τὴν ληνόν, ἐγὼ ἐγλαμβάνω εἰς υ τῶν δ δραχμῶν, τέμνων αὐτοὺς
ἐπὶ τῆς πέτρας ὅθεν καὶ πρότερον
ἐτέμνομεν, καὶ κατὰ τὰ αὐτὰ τὰ
μέτρα. ἐγγύους δέ σοι καταστήσομεν
ἀξιοχρέους.
εὐτύχει.
καὶ περὶ τοῦ ὕδατος δὲ ἐπεὶ θέλεις
ἀχθῆναι εἰς τὴν κώμην, ἀνακαλεσάμενός με εἰσάκουσον καὶ προβιβάσω πῶς δεῖ ἀχθῆναι. […]
[v]
Τεχεσθεύς[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.