no image
DDbDP-text
Eingabe an den Strategen via HGV-meta
Linked by Trismegistos ID
TM 11824.
Each record below describes this same artifact or text from a different angle.
Κοωι στρατηγῶι παρὰ Πανεφρέμμιος τοῦ Τεσή ους ἱερέως Σοκνοπαίου θεοῦ με γίστου. Τῆι κη τοῦ ΜεσορὴΜεσορὴι τοῦ μβ ἔτους Καίσαρος Παπάις Παπάιτος γέρδιος τῶν ἀπὸ τῆς κώμης ἐπελθὼν ἐφʼ ὃ ἔχω συκήρατον ἐξετρύ γησεν βιαίως ὅσον ἠβούλετο. πρὸς ὃν καὶ λογοποιούμενος ἔδωκέν μοι πληγὰς πλείους καὶ κατέαξεν κράνωι τὴν ἀριστερὰν χεῖρα καὶ ἀπηνέγκατό μου χιτῶνα καὶ ζώνην καὶ ἄμην καὶ ἀξείνην, καὶ ἀπʼ ἐκείνου μέχρι τοῦ νῦν κατακλινὴς ἐγενόμην· καὶ βλάβος μοι οὐκ ὀλίγον παρέσχετο ἀδικήσας με καὶ ἐν οἷς γεωργῶ δημοσίοις. ἀξιῶ οὖν ἀχθῆναι τὸν ἐγκαλού μενον ἐπὶ σὲSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.