no image
DDbDP-text
Linked by Trismegistos ID
TM 8886.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον ἀπογραφῆς.
Ἀμμωνίωι καὶΣαραπίωνι γυμνασιαρχήσασι
βιβλιοφύλαξι τῆς ἐν Ἀρσινοίτηι
δημοσίας βιβλιοθήκης
παρὰ Πασόξεως τοῦ Παήσιος τοῦ Μυὸς
ἱερέως τῶν ἀπὸ Καρανίδος τῆς Ἡρακλείδου
μερίδος. κατὰ τὰ ὑπὸ τοῦ κρατίστου
ἡγεμόνος Λευκίου Ἰουλίου Οὐηστείνου
προστεταγμένα ἀπογράφομαι εἰς
τὴν ἐνεστῶσαν ἡμέραν τὰ ὑπάρχοντά
μοι ὄντα καθαρὰ ἀπό τε ὀφείλης καὶ
ὑποθήκης καὶ παντὸς διεγγυήματος
ἐν τῇ προκειμένηι κώμηι πατρικὸν
τρίτον μέρος οἰκίας καὶ αὐλῆς καὶ ψιλοὺς
τόπους βίκων δύοἡμίσους, οὓς ἠγόρασα παρὰ Μεσοήριος τοῦ Νεκφερῶτος
τῶι ε ἔτει Νέρωνος Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος
καὶ ἐν τῇ κώμηι οἰκίαν, ἣν ἠγόρασα
παρὰ Ὀννώφριος τοῦ Πετσοραίπιος
τῶι ϛ ἔτει Νέρωνος Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος
ὅτι δʼ ἂν ἀπὸ τούτων ἐξοικονομήσω
ἢ καὶ προσαγοράσωι, πρότερον
προσαγγελῶν, ὡς ἐκελεύσθη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.