no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9098.
Each record below describes this same artifact or text from a different angle.
Διονυσίωνι στρατηγῷ καὶ Ἀρχιβείωι βασιλικῷ
γραμματεῖ Ἀρσινοίτου Θεμίστου μερίδος καὶ Ἀμμωνίῳ κωμογραμματεῖ καὶ Πτολεμαίωι καὶ τοῖς
λοιποῖς λαογράφοις κώμης Διονυσιάδος.
παρὰ Ἰουλίας Κρισπίνης διὰ φροντιστοῦ Ὥρου τοῦ Ὀννώφρεως ἀπὸ κώμης Διονυσιάδος κατὰ τὰ κελευσθέντα
ἀπογράφομαι τὰ ὑπάρχοντά μοι ἐν κώμῃ
Διονυσιάδι εἰς τὴν τοῦ διεληλυθότος
ιϛ ἔτους Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Ἁδριανοῦ Σεβαστοῦ κατʼ οἰκίαν ἀπογραφὴν,
ἐπὶ τοῦ ἀμφόδου Ἁρποχρατίωνος οἰκίαν καὶ
αὐλὴν καὶ ἐπʼ ἀμφόδου Βουβαστείου ἑτέραν
οἰκίαν καὶ αὐλήν· διὸ ἐπιδίδωμι τὴν
ἀπογραφήν. Ἀμώνιος κωμογραμματεὺς σεσημείωμαι.
ἔτους ιζ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου
Ἐπεὶφ λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.