no image
DDbDP-text
[fragment A]
Ῥουβρίᾳ Σουπερσίλλῃ κληρονόμῳ
Ἀντωνίου Πρόκλου νομάρχῃ
παρὰ Τρύφωνος Ἥρωνος τοῦ Ἥρωνος
ἀπὸ ἀμφόδου Ἀπολλωνίου Ἱερακίου.
βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως
μισθώσασθαι ἐλαικὴν ἐν ἐποικίῳ
Ἁρμονίας ὄντι περὶ κώμην Ἡράκλειαν τῆς Θεμίστου μερίδος πρότερον
Θεναπύγχιος Στοτοήτιος φόρου ἀντὶ δραχμῶν ἑκατὸν τεσσεράκοντα ἀργυρίου
δραχμῶν … ὀγδοήκοντα …σται
[…]ἀπὸ νεομηνίας τοῦ Τῦβι
[… ? lines lost …]
[fragment B]
[… ? lines lost …]
…ουπε…[…]…[…]…
μηνὸς τοῦ ἐνεστῶτος κβ ἔτους Ἀντωνίνου
Καίσαρος τοῦ κυρίου, ἐὰν φαίνηται
μισθῶσαι ἐπὶ τοῖς προκειμένοις.
Τρύφων Ἥρωνος ὡς ἐτῶν κ ἄσημος
ἐπιδέδωκα καθὼς πρόκειται.
ἐγράφη διὰ τοῦ ἐν Ἡρακλείᾳ γραφείου.
ἔτους κβ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου,
Τῦβι ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.