no image
DDbDP-text
Sub-lease of land. via APIS-papyrus
Linked by Trismegistos ID
TM 13587.
Each record below describes this same artifact or text from a different angle.
Ἥρωνι Διδύμου
παρὰ …ος τοῦ Ὀρσενούφεως ἀπὸ κώμης
Τεβτύνεως· βούλομαι μισθώσασθαι παρὰ σοῦ ἀπὸ τοῦ
ἐνεστῶτος […] ἔτους μέχρι τῆς ἐσομένης κοινῆς
γεωργῶν διαμισθώσεως ἣν τυγχάνεις σὺ
γεωργεῖν περὶ Τεβτῦνιν γῆς βασιλικῆς ἄρουραν μίαν
ἤ ὅση ἐὰν ᾖ ἐν τῷ λεγομένῳ Δρυμῶι πρότερον Ὀρσενούφεως Φανήσεως ἀντὶ τῶν ἐξακολουθούντων τῆι
μιᾷ ἀρούραι ἐκφορίων καὶ ἄλλων μερισμῶν ἀκολούθως τῇ συνηθείᾳ, σπείρων ταύτην κατ’ ἔτος οἷς ἐὰν
αἱρῶμαι καὶ ἐπιτελέσω τὰ κατ’ ἔτος ἔργα πάντα ὅσα
καθήκει ἐκ τοῦ ἰδίου, δώσω σοι δὲ κατ’ ἔτος πυροῦ
ἀρτάβ μέτρῳ τετραχοινίκῳ θησαυροῦ
Τεβτύνεως, πρὸς σὲ τὸν Ἥρωνα ὄντος τοῦ ἐπιμερισθέντος …[…]…[…]τος ἐν τῇ κώμῃ κατ’ ἄνδρα
…μι… Πολυδευκίας καὶ ἄλλου ἐπιξένου
διὰ τὸ ἐπὶ τούτοις μεμισθῶσθαι. Ἥρων Διδύμου
μεμίσθωκα ἐπὶ πᾶσι τοῖς προκειμένοις.
ἔτους […] Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν
[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.