no image
DDbDP-text
Delegation of Tax - Collecting via HGV-meta
Linked by Trismegistos ID
TM 10875.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἥρων Ἥρωνος ἀπὸ κώμης Φιλαγρίδος
Πανεσνῖ Ὥρου καὶ Μάρωνι Ἀπολλωνίου
βοηθοῖς γεωργῶν κώμης Πολυδευκείας. ὁμολογῶ κατὰ τόδε τὸχειρόγραφον ἀνθʼ ὑμῶν
τὴν εἴσπραξιν ποιήσασθαι καὶ ἐκδοῦναι
σύμβολα μονοδεσμίας χόρτου καὶ ἄλλων
εἰδῶν νομαρχίας τῶν ἐπιμερισθεισῶν
ὑμῖν Πολυδευκείας διὰ τῶν ἀπὸ Φιλαγρίδος
ἐν Πάλῃ ἀρουρῶν υια δ η λβ ξδ κατὰ τὴν τῶν προτέρων ἐτῶν συνήθειαν ἐμοῦ τοῦ Ἥρωνος διαγράφοντος ὑμῖν τοῖς περὶ τὸν Πανεσνέα σύνπαντι λόγῳ ἀργυρίου
δραχμὰς πεντακοσίας ἑξήκοντα,
γίνονται δραχμαὶ φξ, κατὰ μῆνα τὸ αἱροῦν ἐξ ἴσου
ἀπὸ μηνὸς Φαρμοῦθι ἕως μηνὸς Μεσορὴ
τοῦ ἐνεστῶτος α ἔτους, ὑμῶν παραδεχομένων μοι τὰ διαγραφέντα ὑπὸ τῶν
προκειμένων γεωργῶν μέχρι τῆς
ἐνεστώσης ἡμέρας. Ἥρων ὁ προγεγραμμμένος ἔγραψα τὸ σῶμα καὶ συνεθέμην πᾶσι τοῖς προκειμένοις καθὼς
πρόκειται. ἔτους πρώτου Αὐτοκράτορος
Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου
Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος
Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ,
Παῦνι θ.
[v]
συστατικὸν τοῦ μέρους τῆς Φιλαγρίδος
πρὸς Ἥρωνα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.