no image
DDbDP-text
Receipts for Delivery of Bullion via HGV-meta
Linked by Trismegistos ID
TM 10491.
Each record below describes this same artifact or text from a different angle.
[1]
Αὐρήλιοι Σαραπάμμων καὶ Ποτάμμων
ἐπιμεληταὶ ἀσήμου Αὐρηλίῳ Ἰσιδώρῳ
Πτολεμαίου χαίρειν· παρελάβαμεν παρὰ σοῦ κατὰ θείαν πρόσταξιν ὑπὲρ τῆς κτήσεως σοῦ κώμης
ὁριοδεικτίας Καρανείδος ἀσήμου καθαροῦ
οὐγκίας τέσσαρας γράμματα ἕξ .
Ποτάμμων σεσημείωμαι.
ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαξιμίνου Καίσαρος
πρὸ θ καλανδῶν Ἰανουαρίων.
Αὐρήλιος Εὐδαίμων ἀρχιερατεύσας βουλευτὴς
ἐπιμελητὴς χρυσοῦ Ἰσιδώρῳ χαίρειν·
παρέλαβον παρὰ σοῦ ὑπὲρ τῆς γενομένης
ἐπιβολῆς κατὰ θείαν κέλευσιν ὑπὲρ
ὁριοδεικτίας Καρανίδος χρυσίου καθαροῦ γράμματα
ἓξ ἥμισυ, γίνεται γράμματα ϛ 𐅵. Εὐδαίμων ἔγραψα τὰ ὅλα.
πρὸ ι καλανδῶν Μαίων.
Αὐρήλιος Ἥρων βουλευτὴς ἐπιμελητὴς χρυσοῦ καὶ ἀσήμου
Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου χαίρειν·
παρέλαβον παρὰ σοῦ τῆς γενομένης ἐπιβολῆς κατὰ θείαν πρόσταξιν
κώμης Καρανίδος ὁριοδεικτίας χρυσοῦ καθαροῦ γράμματα
τέσσερα ὄγδοον, γράμματα δ η. Ἥρων σεσημείωμαι
ἔτους ιϛ καὶ δ τῶν κυρίων ἡμῶν Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ
Σεβαστοῦ καὶ Γαλερίου Οὐαλερίου Μαξιμίνου τοῦ ἐπιφανεστάτου
Καίσαρος, πρὸ ϛ καλανδῶν Μαίων
[2]
Αὐρήλιος Ἥρων βουλευτὴς ἐπιμελητὴς Αὐρηλίῳ Ἡρᾶτι Πτολεμαίου
ἀπὸ κώμης Καρανίδος χαίρειν·
παρέλαβον παρὰ σοῦ ὑπὲρ τῆς γενομένης ἐπιβολῆς
ὑπὲρ κώμης ὁριοδεικτίας Καρανίδος χρυσίου
καθαροῦ γράμματα τέσσαρα, γίνεται χρυσίου γράμματα δ.
Ἥρων σεσημείωμαι
ἔτους ιϛ καὶ δ τῶν κυρίων ἡμῶν Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ
Σεβαστοῦ καὶ Γαλερίου Οὐαλερίου Μαξιμίνου Καίσαρος πρὸ πέντε
καλανδῶν Μαίων.
Αὐρήλιος Εὔπορος ἄρξας βουλευτὴς ἐπιμελητὴς
χρυσοῦ Αὐρηλίῳ Ἡρᾷ καὶ Ταῆσι χαίρειν·
παρέλαβον παρʼ ὑμῶν ὑπὲρ τῆς γενομένης
ἐπιβολῆς κατὰ θείανπρόσταξιν κώμης
ὁριοδεικτίας Καρανίδος γράμματα τρία τέταρτον ὄγδοον
ἑκκαιδέκατον, γίνεται γράμματα γ δ η ιϛ.
Γερόντιος σεσημείωμαι.
ἔτους ιϛ καὶ δ τῶν κυρίων ἡμῶν Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ
Σεβαστοῦ καὶ Μαξιμίνου τοῦ ἐπιφανεστάτου Καίσαρος πρὸ β
καλανδῶν Μαίων. Νείλου υἱὸς σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.