no image
DDbDP-text
Declaration of Land via HGV-meta
Linked by Trismegistos ID
TM 10369.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τὸ ζ καὶ Μαξιμιανοῦ Σεβαστοῦ τὸ ϛ
Ἰουλίωι Σεπτιμίωι Σαβείνωι κηνσίτορι
παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος πρώτης ἕκτης τοπαρχίας Ἡρακλείδου μερίδος
τοῦ Ἀρσινοίτου νομοῦ.
ἀκολούθως θείῳ προστάγματι τῶν δεσποτῶν ἡμῶν τῶν ἀνικήτων βασιλέων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν
καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων φανερόν σοι ποιῶ κεκτῆσθαί με περὶ τὴν αὐτὴν κώμην
Καρανίδα καὶ παρειληφέναι τῆς κτήσεώς μου τῆς ἐν τῇ κώμῃ τὰ μέτρα τῆς γῆς, μετρησάντων Ἀφροδισίου καὶ Παυλίνου γεωμετρῶν, παρόντων καὶ ὑπογραφόντων Ἀπολλωνίου καὶ Κοπρῆ καὶ Ἥρωνος ἰουρατόρων καὶ Σύρου βοηθοῦ δεκαπρώτων τῆς τοπαρχίας καὶ Παννοῦ ὁριοδείκτου, χωρία ὡς ὑποτέτακται· ἐπὶ τῆς
ιη σφραγῖδος ἐν τόπῳ Π[…]μοῦν λεγομένῳ ἰδιωτικῆς γῆς σπαρείσης ιδ ἔτους καὶ ιγ ἔτους καὶ ϛ ἔτους
ἀρούρης ἥμισυ ὄγδοον ἑκκαιδέκατον, ἀρούρης 𐅵 η ιϛ,
οὗ γείτονες ἀπὸ μὲν ἀνατολῶν διῶρυξ μεθʼ ἣν γῆ χέρσος ἀδέσποτος διόλου, ἀπὸ δὲ δυσμῶν Δούλου κτῆσις,
καὶ ὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν τῶν ἀνικήτων βασιλέων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι.
ἔτους ιϛ καὶ ιε καὶ η τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων
Καισάρων. ἔστιν τὸ προκίμενον ἰδιωτικῆς γῆς σπαρείσης ιδ ἔτους καὶ ιγ ἔτους καὶ ϛ ἔτους ἀρούρης 𐅵 η ιϛ.
Αὐρήλιος Ἰσίδωρος ἀπεγραψάμην τὸ προδεδηλωμένον μέρος τῆς ἀρούρης καὶ παρέλαβον τὴν μέτρησιν ὡς πρόκιται ὀμόσας τὸν Σεβάσμιον ὅρκον. Αὐρήλιος Ὡρίων Ἥρωνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Ἀφροδίσιος
γεωμέτρης ἅμα Παυλείνῳ συνγεωμέτρῃ ἐμέτρησα τοῦ Ἰσιδώρου τὸ προδεδηλωμένον μέρος ἀρούρης. Αὐρήλιος Παυλεῖνος
γεωμέτρης ἅμα Ἀφροδισίῳ συνγεωμέτρῃ ἐμέτρησα τοῦ Ἰσιδώρου τὸ προδεδηλωμένον μέρος τῆς ἀρούρης. Αὐρήλιος Ἀπολλώνιος βουλευτὴς ἰουράτωρ παρήμην τῇ μετρήσει. Αὐρήλιος Ἥρων βουλευτὴς ἰουράτωρ παρήμην τῇ μετρήσει.
Αὐρήλιος Κοπρῆς βουλευτὴς ἰουράτωρ
παρήμην τῇ μετρήσει. Αὐρήλιος Σύρος βοηθὸς δεκαπρώτων τῆς τοπαρχίας ἐπέγνων τὴν μέτρησιν.
Αὐρήλιος Πανοῦς ὁριοδείκτης ὑπέδειξα
τὸ προδεδηλωμένον μέρος τῆς ἀρούρης καὶ οὐδὲν παρέλιπον. Αὐρήλιος Ἡρώδης διδάσκαλος· παρʼ ἐμοὶ ἐτελέσθη.
Iulius Septimius Sabinus censitor accepi et subscripsi libellis.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.