no image
DDbDP-text
Linked by Trismegistos ID
TM 22807.
Each record below describes this same artifact or text from a different angle.
[1]
Αὐρηλίῳ Μαικίῳ Νεμεσιανῷ ἀπαιτητῇ διαδεχομένῳ τὴν στρατηγίαν τοῦ Ἑρμοπολίτου νομοῦ
καὶ Αὐρηλίοις Αρα…ω βουλευτῇ ἐξηγητεύσαντι ἐνάρχῳ πρυτάνει Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας
καὶ λαμπρᾶς καὶ σεμνοτάτης καὶ Ἑρμείνῳ βουλευτῇ ἀγορανομήσαντι τῆς αὐτῆς πόλεως δεκαπρώτοις
τοπαρχίας Πατεμίτου ἄνω παρὰ Αὐρηλίου Ἀπολλοδώρου υἱοῦ Σαβείνου βενεφικιαρίου
ἐπάρχου Αἰγύπτου. βιβλιδίων ἐπιδοθέντων ὑπʼ ἐμοῦ Κλαυδίῳ Μαρκέλλῳ τῷ διασημοτάτῳ
καθολικῷ καὶ Μαρκίῳ Σαλουταρίῳ τῷ κρατίστῳ ἐπιτρόπῳ Σεβαστῶν καὶ ἧς ἔτυχον
ὑπογραφῆς βουλόμενος ὠνήσασθαι κατὰ τὰ κελευσθέντα ὑπʼ αὐτῶν ἐκ τοῦ δημοσίου
ἀπὸ ὑπολόγου ἀφόρου τοῦ εἰς πρᾶσιν ἐπιγεγραμμένου ἐπὶ ἁπλῇ τιμῇ εἰκοσαδράχμῳ
περὶ κωμογραμματείαν Ἀλαβαστρίνης ἐκ τοῦ Ἀδήμαντος καὶ Ἀπολλωνίου κλήρων ἄρουρας ιβ
ἐπὶ γειτνίαις δεδηλωμέναιςδιὰ τῶν βιβλιδίων ἐστὶν ἀντίγραφον·
Κλαυδίῳ Μαρκέλλῳ τῷ διασημοτάτῳ καθολικῷ καὶ Μαρκίῳ Σαλουταρίῳ τῷ
κρατίστῳ ἐπιτρόπῳ Σεβαστῶν παρὰ Αὐρηλίου Ἀπολλοδώρου υἱοῦ Σαβείνου βενεφικιαρίου ἐπάρχου Αἰγύπτου. βούλομαι ὠνήσασθαι κατὰ τὰ κελευσθέντα ἐπὶ ἁπλῇ
τιμῇ εἰκοσαδράχμωι περὶ κωμογραμματείαν Ἀλαβαστρίνης τοῦ Ἑρμοπολείτου
νομοῦ ἐκ τοῦ Ἀδήμαντος καὶ Ἀπολλωνίου κλήρων ἄρουρας ιβ, γείτονες νότου ψιλὴ
γῆ ἀπὸ ἀμπέλου πρότερον ἐλαιὼν καὶ ἐπί τι μέρος πρὸς τῷ ἀπηλιώτῃ παράδεισος, βορρᾶ πρὸς μὲν τῷ λιβὶ παράδεισος καὶ ἰδιωτικὰ ἔδαφη, πρὸς δὲ τῷ
ἀπηλιώτῃ ἰδιωτικὰ ἔδαφη, ἀπηλιώτου παλαιὸς λάκκος καὶ χέρσος Ἰσιδώρας
Χαιρήμονος, λιβὸς παλαιὰ ῥύμη ἢ οἳ ἐὰν ὦσι γείτονες πάντη πάντοθεν ἅσπερ κυρωθεὶς διαγράψω ἐπὶ τὴν ἐν Ἑρμούπολει δημοσίαν τράπεζαν, ἐὰν
δὲ μὴ κυρωθῶ, οὐ κατασχεθήσομαι τῇδε τῇ αἰτήσει. διευτύχει.
[2]
ἔτους γ Παῦνι ιγ Αὐρήλιος Ἀπολλόδωρος
Σαβείνου ἐπιδέδωκα καὶ ὑπεγράφη μοι οὕτως·
οἱ τῆς τοπαρχίας δεκάπρωτοι σὺν τῷ στρατηγῷ
τὴν παράδοσίν σοι ποιήσωνται. προτεθήτω.
κολλήματος λγ τόμου α. προτεθὲν ἐν Ἑρμουπόλει
ὅθεν ἀξιῶ τὴν παράδοσίν μοι γένεσθαι
ὑφʼ ὑμῶν καθὼς ἐκελεύθητε τῆς τιμῆς ὑπʼ ἐμοῦ διαγραφομένης εἰς τὴν
ἐπὶ τόπων δημοσίαν τράπεζαν. διευτυχεῖτε.
ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου
Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου
Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου
Καίσαρος Σεβαστῶν. Αὐρήλιος Ἀπολλόδωρος
Σαβείνου ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.