no image
DDbDP-text
[r]
ε […]
ἔτους τετάρτου μηνὸς Ἀπελλαίου Φαῶφι πέμπτῃ ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν. ὀμνύω
βασιλέα Πτολεμαῖον καὶ βασίλισσαν Κλεοπάτραν τὴν καὶ Τρύφαιναν θεοὺς Φιλοπάτορας καὶ Φιλαδέλφους
καὶ θεὸν Φιλομήτορα καὶ θεὸν Σωτῆρα καὶ θεὰν Εὐέργετιν καὶ θεὸν Εὐεργέτην καὶ θεὸν Νέον Φιλοπάτορα
καὶ θεὸν Εὐπάτορα καὶ θεὸν Φιλομήτορα καὶ θεοὺς Ἐπιφανεῖς καὶ θεοὺς Φιλοπάτορας καὶ θεοὺς Εὐεργέτας
καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Σωτῆρας καὶ τὸν Σάραπιν καὶ τὴν Ἶσιν καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ
πάσας.
Ἀπολλώνιος Κάλλιδος Μακεδὼν τῶν […]κατοίκων ἱππέων Ἡρακλείωι Ἡρακλείου Μακεδόνι τῶν κατοίκων ἱππέων ποιήσειν σοί τε καὶ τοῖς
παρὰ σοῦ πάντα τὰ κατὰ τὴν τοῦ ὁμολογίου συγγραφήν, ἣν τέθειμαί σοι διὰ τοῦ
αὐτοῦ ἀγορανομίου, καθʼ ἣν ἐξωμολόγημαι εὐδοκεῖν τῆι γεγονυίᾳ
σοι μετεπιγραφῆι ἀπὸ τοῦ κλήρου μου περὶ κώμην[…]
[…]ἀρουρῶν ε, ὧν σχοινισμὸς καὶ γείτνιαι δηλοῦνται
διὰ τῆς
συγγραφῆς, καὶ μηδὲν κακοτεχνήσειν τῶν διὰ τῆς συγγραφῆς ἢ ἐν τῆι
χειρογραφίᾳ γεγραμμένων μηδὲ κατάστασιν ποιήσειν σοί τε καὶ
τοῖς παρὰ σοῦ μηδʼ[…]υ μηδʼ ἄλλον ὑπὲρ ἐμαυτοῦ ἐπὶ μηδενὸς κριτηρίου περί τι τῶν κατὰ τῆς γῆς ταύτης. ἐὰν δέ τι παραβαίνω
τῶν ἐν τῆι χειρογραφίαι ταύτηι γεγραμμένων, ἡ μὲν παραχώρησις κυρία ἔστω[…]
[… ? lines lost …]
[v]
ἔτους δ Φαῶφι ε Ἀπολλώνιος
Ἡρακλείωι χειρογραφία.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.