no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9153.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Ἀσῆμις Φαήσιου ἀπὸ κώμης Φιλαδελφίας τοῦ Ἀρσινοίτου νομοῦ Αὐρηλίοις
Ἰσᾶτι καὶ Διοσκόρῳ ἀπὸ τῆς Ἀφροδίτης πόλεως χαίρειν.
ὁμολογῶ μεμισθωκέναι ὑμῖν τὸ ὑπάρχον μοι ἡμιαρούριον ἐν κλήρῳ καλουμένῳ Παμεινενκλονειω …νωα[…]οθεν κλήρου ἀρούρης 𐅵 καὶ πεπληρῶσθαί με
τὸν φόρον ἐκ πλήρους, ὡς πρόκειται. τῆς
μισθαποχῆς ταύτης κυρίας οὔσης πανταχοῦ ἐπιφερομένης
καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν
Κονσταντίνου καὶ Λικιννιανοῦ Σεβαστῶν τὸ γ Ἁθὺρ κθ.
Αὐρήλιος Ἀσῆμις μεμίσθωκα
καὶ ἀπέσχον μου τὸν φόρον, ὡς
πρόκιται. Αὐρήλιος Ἀμμώνιος
ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.