no image
DDbDP-text
Loan of Wheat via HGV-meta
Linked by Trismegistos ID
TM 10427.
Each record below describes this same artifact or text from a different angle.
ὁμολογεῖ Αὐρήλιος Ἡρᾶς Μέλανος μητρὸς Ἀδωρᾶ
ἀπὸ κώμης Καρανίδος ἔχειν παρὰ τῶν Αὐρηλίων
Ἰσιδώρου Πτολεμαίου καὶ Ἀντωνίου Ἀντωνίου
καὶ Κασιανοῦ Σαπροῦ καὶ τῶν κοινωνῶν πάντων
σιτολόγων ἀπὸ τῆς αὐτῆς κώμης Καρανίδος εἰς
δάνειον τὰς τοῦ πυροῦ ἀρτάβας ἕξ, ἀρτάβας ϛ, καὶ ἡμιολίας τῶν αὐτῶν ἀρτάβας γ, γίνονται σὺν ἡμιολίᾳ
ἀρτάβαι ἐννέα , καὶ ἀποδώσειν τῇ προθεσμίᾳ
μηνὶ Παῦνι τὰς τοῦ πυροῦ ἀρτάβας ἐννέα ὡς
πρόκειται. καὶ ἐπερωτηθεὶς ὡμολόγησεν.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλερίου Λικιννιανοῦ
Λικιννίου Σεβαστοῦ καὶ Φλαυίου Οὐαλερίου Κωνσταντίνου
υἱοῦ Σεβαστῶν, Τῦβι ιζ. Αὐρήλιος Ἡρᾶς ἔσχον τὰς
τοῦ πυροῦ ἀρτάβας ἓξ καὶ ἡμιολίας ἀρτάβας τρεῖς
καὶἀποδώσω ὡς πρόκιται. Αὐρήλιος Σεύθης ἔγραψα
ὑπὲρ αὐτοῦ ἀγραμμάτου.
ιη ἔτους καὶ ϛ ἔτους Τῦβι ιζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.