no image
DDbDP-text
Receipts for Barley and Transportation Charges via HGV-meta
Linked by Trismegistos ID
TM 17377.
Each record below describes this same artifact or text from a different angle.
[1]
Αὐρήλιος Εὐλόγιος ἀποδέκτης κριθῆς ὅρμου Κερκὴ
Αὐρηλίοις Οὐεναφρίῳ καὶ Κασίῳ καὶ Ἰσιδώρῳ καὶ
τοῖς κοινωνοῖς σιτολόγοις κώμης Καρανίδος. παρέλαβον παρʼ ὑμῶν
ὑπὲρ κανόνος ιζ ἔτους καὶ ε ἔτους κριθῆς σὺν δεκάταις
ἀρτάβας διακοσίας ἑξήκοντα ἥμισυ τρίτον καὶ ὑπὲρ
εἰκοστῶν ἀρτάβας δεκατέσσαρας καὶ τούτων τὰ ναῦλα ὑπὲρ
ἑκάστης ἀρτάβης δηνάρια πέντε ἥμισυ καὶ τὸ δηνάριον
τοῦ μοδίου. ἔτους ιζ καὶ ε Παῦνι κδ. Εὐλόγιος σεσημείωμαι.
καὶ ὁμοίως τῇ κθ παρήνεγκαν οἱ αὐτοὶ ἐν τῷ αὐτῷ ὅρμῳ
ὑπὲρ τῆς αὐτῆς κώμης ὑπὲρ τοῦ αὐτοῦ ἔτους κριθῆς σὺν
ταῖς κελευσθείσαις δεκάταις ἀρτάβας ὀγδοήκοντα πέντε τρίτον καὶ ὑπὲρ εἰκοστῶν ἀρτάβας τέσσαρας τρίτον καὶ τὰ ναῦλα ὑπὲρ ἑκάστης ἀρτάβης δηνάρια πέντε ἥμισυ καὶ τὸ δηνάριον τοῦ
μοδίου. ἔτους ιζ καὶ ε Παῦνι κθ. Εὐλόγιος σεσημείωμαι.
[2]
Αὐρήλιος Εὐλόγιος ἀποδέκτης κριθῆς ὅρμου Κερκὴ
Αὐρηλίοις Οὐεναφρίῳ καὶ Ἰσιδώρῳ καὶ τοῖς κοινωνοῖς σιτολόγοις
ὑπὲρ μέρους ὁριοδεικτίας Καρανίδος. παρέλαβον παρʼ ὑμῶν ὑπὲρ κανόνος ιζ ἔτους καὶ ε ἔτους κριθῆς σὺν δεκάταις ἀρτάβας
ἑβδομήκοντα ἑπτὰ ἥμισυ τέταρτον καὶ ὑπὲρ
εἰκοστῶν ἀρτάβας τέσσαρας καὶ τὰ ναῦλα ὑπὲρ ἑκάστης ἀρτάβης δηνάρια πέντε ἥμισυ καὶ τὸ δηνάριον τοῦ μοδίου. ἔτους ιζ καὶ ε Παῦνι κδ. Εὐλόγιος σεσημείωμαι.
καὶ ὁμοίως οἱ αὐτοὶ παρήνεγκαν τῇ κθ ἐν τῷ αὐτῷ
ὅρμῳ ὑπὲρ τῆς αὐτῆς κώμης ὑπὲρ τοῦ αὐτοῦ ἔτους κριθῆς σὺν δεκάταις ἀρτάβας ἑξήκοντα καὶ ὑπὲρ εἰκοστῶν
ἀρτάβας τρεῖς καὶ τὰ ναῦλα ἑκάστης ἀρτάβης δηνάρια
πέντε ἥμισυ καὶ τὸ δηνάριον τοῦ μοδίου. ἔτους ιζ καὶ ε Παῦνι κθ. Εὐλόγιος σεσημείωμαι.
καὶ ὁμοίως οἱ αὐτοὶ παρήνεγκαν ἐν τῷ αὐτῷ ὅρμῳ ὑπὲρ τοῦ
αὐτοῦ ἔτους ὑπὲρ τῆς αὐτῆς κώμης κριθῆς σὺν ταῖς
πεντηκοσταῖς ἀρτάβας τριακοσίας ἑβδομήκοντα ἐννέα . ἔτους ιζ καὶ ε Ἐπὶφ ιϛ. Εὐλόγιος σεσημείωμαι.
καὶ ὁμοίως οἱ αὐτοὶ παρήνεγκαν ὑπὲρ τῆς αὐτῆς κώμης
ὑπὲρ τοῦ αὐτοῦ ἔτους ἐν τῷ αὐτῷ ὅρμῳ κριθῆς
σὺν ταῖς τούτων κελευσθείσαις πεντηκοσταῖς ἀρτάβας ἑκατὸν εἰκοσιδύο καὶ τὰ ναῦλα ἑκάστης ἀρτάβης δηνάρια
πέντε ἥμισυ καὶ τὸ δηνάριον τοῦ μοδίου.
ἔτους ιζ καὶ ε Ἐπὶφ ιϛ. Εὐλόγιος σεσημείωμαι.
[3]
Αὐρήλιοι Ἀφροδίσιος καὶ Παμίτων ἀποδέκται ὅρμου
Λευκογίου πέμπτου πάγου
Αὐρηλίοις Κασίῳ καὶ Ἰσιδώρῳ καὶ κοινωνοῖς σιτολόγοις
κώμης Καρανίδος καὶ μέρους ὁριοδεικτίας χαίρειν.
παρελάβομεν παρʼ ὑμῶν ἐν τῷ αὐτῷ ὅρμῳ Λευκογίου
κριθῆς καθαρᾶς σὺν ἑκατοσταῖς δέκα καὶ ἑκατοσταῖς δύο
ὑπὲρ κανόνος ιζ ἔτους καὶ ε ἔτους ἀμείψεως σίτου ὑπὲρ κώμης
Καρανίδος καὶ ὁριοδεικτίας ἀρτάβας χιλίας
ἐνακοσίας ἑβδομήκοντα ἓξ μόνας, γίνονται ἀρτάβαι Αϡοϛ.
ἔσχομεν δὲ καὶ ἑκάστου μοδίου τὸ δηνάριον.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλερίου Λικιννιανοῦ
Λικιννίου Σεβαστοῦ καὶ Φλαυίου Οὐαλερίου Κωνσταντίνου
υἱοῦ Σεβαστῶν, πρὸ ζ Καλανδῶν Σεπτεμβρίων.
Αὐρήλιοι Ἀφροδίσιος καὶ Παμίτων ἀποδέκται
ἔσχαμεν τὰς τῆς κριθῆς ἀρτάβας χιλίας ἐνακοσίας ἑβδομήκοντα ἓξ ὡς πρόκιται.
Αὐρήλιος Απ[…]ων ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.
[4]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.