no image
DDbDP-text
Register of Copies of Bills of Lading via HGV-meta
Linked by Trismegistos ID
TM 3263.
Each record below describes this same artifact or text from a different angle.
[part A]
[…] ἐπὶ τῆς κβ τοῦ αὐτοῦ Φαῶφι οἱ αὐτοὶ ἀπαιτηταὶ διὰ Βήκιος
Αὐρήλιος […]… ἀποδέκτης σεσημείωμαι ὡς πρόκειται.
Αὐρήλιος […] Ἑρμοδώρου ἀχυροφακίνου λίτρας Ηφ
ἀκολούθως τῇ ἐκδοθείσῃ ὑπʼ αὐτοῦ ἀποχῇ ἧς τὸ ἴσον οὕτω ἔχει·
Αὐρήλιος […] Ἑρμοδώρου ἐπιμελητὴς ἤτοι ἀναπομπὸς
τῶν εὐθηνιακῶν εἰδῶν ἀναφερομένων ἐπὶ τὴν Ἄνω Θηβαίδα
Αὐρηλίοις Ἰβόιτι καὶ Πίωνι καὶ Ἑρμείᾳ καὶ Βῆκι ἀπαιτηταῖς κώμης Κιρκᾶ χαίρειν. παρέλαβον παρʼ ὑμῶν καὶ ἐνεβαλόμην εἰς πλοῖον δημόσιον […] τῆς Μαξιμιανοπόλεως ἀγωγῆς ἀρταβῶν φ
ὑπʼ Αὐρήλιον […] κυβερνήτην ἀπὸ τοῦ Ἀνταιοπολίτου γενήματος ιθ
ἰνδικτίωνος ἀχυροφακίνου λιτρας Ηφ καὶ τούτων τὰς ἑκατοστὰς καὶ τὰ ὁρισθέντα ναῦλα μέχρι τῆς αὐτῆς Μαξιμιανοπόλεως καὶ ἐπερωτηθεὶς
ὡμολόγησα. ὑπατείας τοῦ κυρίου ἡμῶν Μαξιμίνου Σεβαστοῦ τὸ β
…
[… ? lines lost …]
[part B]
[…] Αὐρήλιος
Ἀμμωνᾶς Βησαρίωνος ἀχύρου λιτρῶν μυριάδα α Βφ […]
ἀκολούθως τῇ ἐκδοθείσῃ ὑπʼ αὐτοῦ ἀποχῇ ἧς τὸ ἴσον οὕτω ἔχει·
Αὐρήλιος Ἀμμωνᾶς Βησαρίωνος ἄρξας τ[…] ναύκληρος πλοίου δημοσίου τῆς Μαξιμιανοπόλεως […] , ᾧ παράσημον Διόνυσος καὶ κυβερνήτης Σιλβανὸς ἀπὸ κώμης Πέσλα τοῦ Ἑρμοπολίτου Αὐρηλίοις Βῆκι καὶ Ἰβόιτι καὶ Πίωνι καὶ Ἑρμείᾳ ἀπαιτηταῖς ἀννώνης κώμης Κιρκᾶ χαίρειν· παρέλαβον παρʼ ὑμῶν καὶ ἐνεβαλόμην εἰς τὸ προκείμενον πλοῖον γενήματος τῆς
ιθ ἰνδικτίωνος ιγ πάγου ἀχύρου λιτρῶν μυριάδα α Βφ καὶ τὰς ἑκατοστὰς ὡς
τῶν λιτρῶν ρ δηνάριον α, ἀπεσχήκαμεν δὲ τὰ ναῦλα ἀργυρίου τάλαντα δ μέχρι Μαξιμιανοπόλεως, γίνεται ἀργυρίου τάλαντα δ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν
ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ β. Αὐρήλιος Ἀμμωνᾶς Βησαρίωνος παρέλαβον καὶ παραδώσω Αὐρηλίοις
Ἀνικήτῳ ἤτοι Ἀπολλωνίῳ Σιλβανοῦ ἀχύρου λιτρῶν μυριάδα α Βφ
ἀκολούθως τῇ ἐκδοθείσῃ ὑπʼ αὐτοῦ ἀποχῇ ἧς τὸ ἴσον οὕτω ἔχει·
Αὐρήλιος Ἀπολλώνιος Σιλβανοῦ μητρὸς Χεμψόιτος ἀπὸ […] κυβερνήτης πλοίου σκαφοπρῴρου ἀγωγῆς ἀρταβῶν φ, ᾧ παράσημον […] ὑπὸ
Ἀνίκητον ναύκληρον ἀπὸ τοῦ Ἑρμοπολίτου Αὐρηλίοις Ἰβόιτι καὶ Πίωνι καὶ
Ἑρμείᾳ καὶ Βῆκι ἀπαιτηταῖς ἀννώνης κώμης Κιρκᾶ χαίρειν· παρέλαβον
παρʼ ὑμῶν καὶ ἐνεβαλόμην εἰς τὸ προκείμενον πλοῖον […] γενήματος
τῆς ιθ ἰνδικτίωνος ἀχύρου λιτρῶν μυριάδα α Βφ καὶ τούτων τὰς ἑκατοστὰς ὡς τῶν λιτρῶν ρ δηνάριον α,
γίνεται δηνάρια ρκε , ἀπεσχήκαμεν δὲ τὰ ναῦλα μέχρι […]…εως …[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.