no image
DDbDP-text
[…]…[…]…[…] … ἐνταῦθα ἵνα μὴ σαπῶσιν. ἓν δὲ τριμήσιον ῥουσαίων καὶ ἓν κριμνῶν καὶ ἓν πορφυροῦν
παρακαλῶ ἀγοράσαι καὶ πέμψαι μοι. ποίησον δὲ μίαν ἀρτάβην ἐρεβίνθων Φαρακλᾷ καὶ πέμψον μοι,
καὶ ἀγόρασον δύο νομισμάτια μεμβραινῶν καλῶν τελείων καὶ πέμψον μοι. διὰ τὸν κύριον οὖν
εἴ τι ἐκόπωσα τὰ κοινὰ τέκνα καὶ ἔγραψαν, αγ… καὶ μέμψομαι, ἵνα μὴ πάλιν κοπώσω αὐτοὺς καὶ
γράψουσιν. ἔμαθον δὲ ὅτι Θεοδότη ἐδαιμονίσθη, καὶ λαβοῦσα μικρὸν ἐκ τοῦ στιχαρίου τοῦ
προφήτου Σινουθίου ἔπεμψα διὰ Ἐπιμάχου, ἵνα τοῦτο βάλητε αὐτῇ, καὶ ἐὰν μὴ ὑγιάνῃ,
πέμψον μοι αὐτήν. ἐγὼ δὲ Πέτρος γράφω τῇ θεοφυλάκτῳ μου κυρίᾳ ὅτι ἡ μεγάλη τῶν Ἀββα Σινούθου
παρεκάλεσέν με γράψαι καὶ παρακαλέσαι ὑμᾶς ἵνα ποιήσητε διὰ Θεόν, ὡς ἵνα ὗπὲρ ἀπαρχῆς
τοῦ μακαρίτου Ἀπφοῦ …ειτε καὶ στείλητε αὐτῇ τὴν εὐλογίαν τὴν πεμφθεῖσαν σοι, κυρία,
ἐξαυτῆς διὰ Ἰωάννου τοῦ καμηλίτου τοῦ ἐξοδι[…]…[…]…[…]…[…] νομισμάτια […]π[…]ρ[…]λογ …καλα…σμ…ες ἡμῶν
ἐνταῦθα, καὶ οὐδὲν πλέον ἐστί. καὶ παρακαλεῖ τὰ ἀντίγραφα πάλιν γράψαι μοι πρὸς ὃ ἔγραψα ὑμῖν,
καὶ μὴ πάλιν ἄλλα ἀντʼ ἄλλων γράψητε. † ἄλλα γὰρ γράφω καὶ περὶ ἄλλων δέχομαι. †
γνῶσις τῶν πεμφθέντων ὑμῖν ἐκ τῆς δεσποίνης ἡμῶν τῆς ἀμμάδος· εἰς λόγον τοῦ κυρίου σαβάνων ζυγὴ α·
τῷ κυρίῳ Ἰωάννῃ καὶ τῷ κυρίῳ Γεωργίῳ σκιώρια μικρὰ β· τοῖς κυρίοις σὺν Θεοδοσίᾳ τῇ θεοφυλάκτῳ
κιστία μικρ γ. †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.