no image
DDbDP-text
Deed of Loan via HGV-meta
Linked by Trismegistos ID
TM 11909.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος τῶν αἰωνίων Αὐγούστων τὸ δ Θὼθ ϛ. ὁμολογεῖ Αὐρηλία Τετούεις Ἁτρῆ μητρὸς Ταπάειτος ἀπὸ κώμης Καρανίδος Αὐρηλίᾳ Κοττίνῃ Ἄμμωνος ἀπὸ τῆς Ἀρσι νοιτῶν πόλεως ἀμφόδου Φρέμει ἔχεινἔχιν καὶ μεμετρῆσ θαι παρʼ αὐτῆς τὴν ὁμολογοῦσαν Τετούειν χρῆσιν ἐν γένειγένι σίτου καθαροῦ σὺν ἡμιολίᾳ ἀρτάβας εἴκοσι ἑπτά, γίνονται ἀρτάβαι κζ, ἅσπερ ἐπάναγκον ἀποδώσειἀποδώσι τῇ Κοττίνῃ μηνὶ Παῦνι τῆς τρίτης ἰνδικτίονος ἐπὶ τῆς πόλεως μέτρῳ τετραχοινίκῳ, ἐπὶ δὲ τῆς ἀπαιτήσεως γενέσ θαι τῇ Κοττίνῃ τὴν πρᾶξιν ἔκ τεται τῆς ὁμολογούσης Τετούεις καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δικῆς, καὶ ἐπερωτηθεῖσαἐπερωτηθῖσα ὡμολόγησεν. Αὐρηλία Τετούεις ἡ προκειμένηπροκιμένη ἔσχον τὰς τοῦ σίτου καθαροῦ σὺν ἡμιολίᾳἡμιολιας ἀρτάβας εἴκοσι ἑπτὰ καὶ ἀποδώσωἀποδόσω ὡςὁς πρόκιται. Αὐρήλιος Τρύφων Τιμοθέου ἔγραψα ὑπὲρ αὐτῆς παρούσης ἀγραμμάτου οὔσης. ἐπράχθη διʼ ἐμοῦ Παύλου. χειρόγραφον Τετούειτος ἀπὸ Καρανίδος σίτου ἀρτάβαι κϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.