no image
DDbDP-text
Letter of Introduction via HGV-meta
Linked by Trismegistos ID
TM 21309.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἀπολλώνιος Σαραπίωνι τῶι
στρατηγῶι καὶ γυμνασιάρχωι
πλεῖστα χαίρειν καὶ διὰ παντὸς
ὑγιάινειν. Ἰσίδωρος ὁ φέρων σοι
τὴν ἐπιστολὴν ἔστιν μου ἐκ τῆς
οἰκίας. ἐρωτηθεὶς ἔχε αὐτὸν
συνεσταμένον, καὶ ὑπὲρ ὧν ἐάν
σοι προσέλθῃ, εἰς τὴν ἐμὴν καταλογγὴν ποίησον αὐτῶι. τοῦτο δὲ ποίησας
ἔσῃ μοι κεχαρισμένος. καὶ σὺ δὲ
περὶ ὧν ἐάν αἱρῇ σήμανον, καὶ
ἀνόκνως ποιήσω. πρὸ δὲ τῶν ὅλων
ἐπιμέλου σεαυτοῦ ἵνʼ ὑγιαίνῃς. ἔρρωσο.
ἔτους λϛ Καίσαρος Φαμενώθ κϛ
[v]
ἀπόδος Σαραπίωνι στρατηγῷ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.