no image
DDbDP-text
Lease of a Workshop via HGV-meta
Linked by Trismegistos ID
TM 21317.
Each record below describes this same artifact or text from a different angle.
ἐμίσθωσαν Σαραπίων ὁ καὶ Ἀπολλώνιος[…]καὶ[…]
λιος ὁ καὶ Σαραπίων …[…]καὶ[…]
καὶ Ἀχιλλίων Ἀμόιτος διὰ[…]καὶ
Ἀχιλλίων διὰ Σαραπίωνος τοῦ καὶ[…]Σαραπίωνι Σαραπίωνος Νεοκοσμίῳ τῷ καὶ[…]
ἀπὸ δεκάτης τοῦ Ἁθὺρ μηνὸς τοῦ ἐνεστῶτος ἔτους
μέχρι ἐπαγομένων πέμπτης τοῦ αὐτοῦ ἐνεστῶτος δευτέρου καὶ εἰκοστοῦ ἔτους, τὸ ὑπάρχον αὐτοῖς
ἐπʼ ἀμφόδου Ἡρῴου κεραμείουμέρος καὶ τὴν πρὸς
πᾶν οἰκονομίαν μέρους τοῦ ἐργαστηρίου τούτου·
ἀντὶ τοῦ ἐπιβάλλοντος αὐτοῖς μέρους καὶ πάντων
τῶν κατὰ τοὺς μεμισθωμένους τόπους χρηστηρίων,
ἐν οἷς οἰκοδομήματα καὶ φρέαρ, σὺν εἰσόδῳ καὶ ἐξόδῳ
ἐπὶ τὴν στοάν, ἐνοικίου τῶν μεμισθωμένων καθʼ ἑκάστην ἡμέραν ὀβολῶν ἐννέα , τῆς δὲ μισθώσεως
βεβαιουμένης ἀποδότω ὁ μεμισθωμένος τοῖς μεμισθωκόσι τὰ συναγόμενα ἐνοίκια διὰ μηνὸς ἀνυπερθέτως, χρώμενος σὺν τοῖς παρʼ αὐτοῦ τοῖς αὐτοῖς
τόποις ἀκωλύτως εἰς τὸν χρόνον, καὶ ἔχων ἐξουσίαν
εἰσοικίζειν σύν αὐτῷ οὓς ἐὰν βούληται, θύρα […]
πλησίον τοῦ φρέατος ονεν[…]
εἰς τὴν ἐκ βορρᾶ δημοσίαν ῥύμην σὺν πυλῶνι[…]
ἐφεστῶτι εἰς ταύτην τὴν θύραν, μετὰ δὲ τὸν χρόνον παραδότω τοὺς τόπους καθαροὺς ἀπὸ κοπρίων καὶ πάσης
ἀκαθαρσίας ὡς παραλαμβάνει καὶ τὰς ἐπικειμένας τοῖς
τόποις θύρας τέσσαρας , καὶ κλεῖδα μίαν, ἢ οὗ δʼ ἂν ὁ αὐτὸς
μὴ παραδῷ τὴν ἀξίαν οὗ δʼ ἂν προσοφειλήσῃ ἀποτισάτω τὸ
ἐνοίκιον μεθʼ ἡμιολίας, καὶ ἔστω ἡ πρᾶξις τοῖς μεμισθωκόσι ἐκ τοῦ αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων, τούτων τῶν τόπων τοῦ φυλάκτρου καὶ
πλινθευομένης ὄντων πρὸς τοὺς μεμισθωκότας. καὶ ἀνοικοδομήσῃ καὶ ἐπιστεγάσῃ ὁ μεμισθωμένος ἀπὸ καινῶν
δοκῶν καὶ ἄλλων, τὴν τιμὴν λογιζομένωντῶν μεμισθωκότων μετὰ τὸν χρόνον τῶν ἀναλωμάτων[…].
κυρία ἡ μίσθωσις. ἔτους κβ Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ
Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ
Μεγίστου Ἁθὺρ κϛ, οὐκ ἐξόντος τῷ μεμισθωμένῳ
ἑτέροις μεταμισθοῦν τὸ ἐργαστηρίου μέρος. χρόνος
ὁ αὐτός· Σαραπίων ὁ καὶ Ἀπολλώνιοςκαὶ
Ἀχιλλίων Ἀμόιτος διὰ Ἀπολλωνίου[…]…[…]
[…] Ἀπολλωνίου μεμισθώκαμεν […]
[…]…ρακιλις ὁ καὶ Σαραπίων[…]
ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.