no image
DDbDP-text
Θέωνι τῷ καὶ Φιλοσαράπιδι
στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος
παρὰ Παϊήους Στοτοήτεως
ἀπὸ κώμης Σοκνοπαίου
Νήσου. βούλομαι μισθώσασθαι ἀποκαλυφείσης
χέρσου αἰγιαλοῦ περὶ τὴν
προκειμένην κώμην
ἀρούρας δύο εἰς ἐνιαυτὸν
ἕνα καὶ τελέσω ὑπὲρ
ἑκάστης ἀρούρης ἀνὰ
πυροῦ ἀρτάβας δύο, ἐὰν δέ
τι ἄβροχον ἢ καθύδατον
γένηται παραδεχθήσεταί
μοι ἐκ τῶν ἐκφορίων.
ἔτους κ Μάρκου Αὐρηλίου Ἀντωνίνου
Παρθικοῦ μεγίστου καὶ Πουβλίου
Σεπτιμίου Γέτα Βρεταννικῶν
μεγίστων Εὐσεβῶν Σεβαστῶν,
Μεχειρ β.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.