no image
DDbDP-text
Hingabe eines Staatspachtgrundstückes an Erfüllungsstatt in Form einer Kaufhomologie via HGV-meta
Linked by Trismegistos ID
TM 11952.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ὀκτωκαιδεκάτου
Αὐτοκράτορος Καίσαρος
Νέρουα Τραιανοῦ Ἀρίστου
Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ
Μεχεὶρ τρίτῃ καὶ εἰκάδι ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος
τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ
Ἀπολήειος Ἀκουσιλάου Πέρσης
τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα
οὐλὴ δακτύλῳ μικρῷ χειρὸς
ἀριστερᾶς Φάσιτει Χαιρήμονος
ὡς ἐτῶν τεσσεράκοντα οὐλὴ
ὀφρύι ἀριστερᾷ ἐπικεχωρηκέναι αὐτῷ εἰς τὸ ἐνεστὸς
ὀκτωκαιδέκατον ἔτος ἐν οἷς
γεωργεῖ περὶ τὴν κώμην
δημοσίοις ἐδάφεσι πρὸς τόπῳ
Ἁρμαεῖς ἐν κλήρῳ Ματεῖ λεγομένῳ ἀρούρης ἥμισυ τέταρτον
ὄγδοον τετρακαιεξηκοστὸν
ἢ ὅσων ἂν ᾖ τὸ καὶ προκατεσπαρμένον ὑπὸ τοῦ Φάσειτος ἄρακι εἰς κατάβρωμα
καὶ κοιτασμὸν βοῶν καὶ ἀπέχειν τὸν Ἀπολήειον παρὰ
τοῦ Φάσειτος τὴν συνκεχωρημένην πρὸς ἀλλήλους
τιμὴν ἐκ πλήρους καὶ βεβαιώσειν πάσῃ βεβαιώσει. ἡ συνγραφὴ κυρία. Ἀπολήειος Ἀκουσιλάου
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.