no image
DDbDP-text
ἀντίγραφον ἀναφορίου. ἈκυλιῳἸουλίῳ Καπιτωλείνῳ τῷ κρατίστῳ ἐπιστρατήγῳ παρὰ Ἰουλίου Ἀπολιναρίου οὐετρανοῦ προδίκου Ἀπολιναρίου καὶ Οὐαλερίου ρανου ἀφηλίκων Ἀντινοέων. πρέπει μὲν σοί, ἐπι τρόπων μέγιστε, πᾶσι ἀνθρώποις ἀπονεῖμαιἀπονῖμαι τὰ ἴδια, ἐξαιρέτως δὲ τοῖς ἀτελέσι ἔχουσι τὴν ἡλικίαν. τὸ δὲ πρᾶγμα τοιοῦτόν ἐστιν Θατρῆς ως ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ, προφερομένη εἶναι ἀδελφὴ τοῦ τῶν ἀφηλίκων πάππου, ἐνκρατὴς ἐγένετο πάντων τῶν ἀνηκόν των τοῖς ἀφήλιξι ὑπαρχόντων καὶ δουλικῶν σωμάτων καὶ τῆς καταλειφθείσηςκαταλιφθείσης ὑπὸ τῶν γονέων αὐτῶν ἐνδομενίας πλείστης οὔσης, πρὸς ἣν καὶ ἀντικατέστην ἐπὶ Αἰλίου Εὐδαίμονος τοῦ στρατηγήσαντος, ὃς παραδοὺς ἐμοὶ τὰ δουλικὰ σώματα ἐκέλευσεν ἀποκατασταθῆναι μοὶ τὴν ἐνδομενίαν καὶ τῶν ὑπαρχόντων ἀντιλαβέσθαι με. ἡ δὲ Θατρῆς ἐπιγνοῦ σα τὴν τοῦ Εὐδαίμονος ἐπέξοδονἔξοδον σύνεργον λαβομένη Ἰούλιον Οὐαλέριον, ὃς ἐπιγνοὺς τὴν τοῦ Εὐδαίμονος ἔξοδον οὐκ ἀ πέδωκεν τὴν ἐνδομενίαν, οὐδὲ μὴν παρέδωκεν τὰ ὑπάρχοντα, καὶ ἐκ τούτου ἐδέησέν με τῇ προτέρᾳ σου ἐπιδημίᾳ ἐντυχεῖν σοι διὰ βιβλιδίωνβιβλειδίων οἷς καὶ ὑπέγρα φας, ἐντυχεῖν με τῷ βασιλικῷ διαδεχομένῳ τὰ κατὰ τὴν στρατηγίαν, ἐφʼ οὗ καὶ ἀντικατέστην τῇ λ τοῦ διελη λυθότος μηνὸς Ἁθὺρ πρὸς τὸν Οὐαλέριον καὶ ἀπεφήνατο ἐμοὶ Σερῆνος ὁ βασιλικὸς διαδεχόμενος καὶ τὰ κατὰ τὴν στρατηγίαν σκεψάμενος εἶπεν τὰ ὑφʼ ἑκατέρου μέρους λεχθέντα τοῖς ὑπομνήμασι ἀνελήμφθη. ἀναπέμπω οὖν τὸ πρᾶγμα ἐπὶ τὸν κράτιστον ἐπιστράτηγον τῶν ἀνδραπόδων παρʼ οἷς ἐστὶν ὄντων. ὅθεν ἀξιῶ ἐάν σου τῇ τύχῃ δόξῃ, διακοῦσαί μου πρὸς αὐτοὺς ὅπως ἤδη ποτὲδήποτε ἐκ τῆς σῆς εὐεργεσίας δυνηθῶσι οἱ ἀφήλι κες τῶν ἰδίων ἀντιλαμβάνεσθαι, ἵνʼ ὦ σὺν αὐτοῖς ὑπὸ σοῦ εὐεργετημένος. διευτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.