Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mich.11.617
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Θέωνι στρατηγῷ ἈρσινοίτουἈρσινοείτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Πτολεμαίου Διοδώρου τοῦ καὶ Διοσκόρου μισθωτοῦ οὐσιακοῦ δρυμοῦ περὶ κώμην Θεαδέλφειαν τῆς Θεμίστου μερίδος καὶ ἄλλων. πολλάκις προσελθόντος μου Ἀπολλωνίῳ αἰγιαλοφύλακι καὶ τῷ τῶν τόπων κατασπορεῖ, πολλὰς ἀντικαταστάσειςἀντικαταστάσις πρὸς αὐτὸν ποιησάμε νος παρόντα ἐν τῇ κώμῃ ἔτι καὶ ἀκμάζοντος τοῦ Νείλου πρὶν ἢ καὶ τὰ ὕδατα εἰς τὰ ἐδάφη χωρήσῃ παρασχεῖν τῷ προκιμένῳ δρυμῷ τὰ συνήθη καὶ αὐτάρκη ὕδατα, καὶ μέχρι νῦν διαβαλλόμενος ὑπʼ αὐτῶν, οὐκ ἐβουλήθησαν παρασχεῖν, τοῦ ἱερωτάτου Νείλου τὴν τελείαν ἀνάβασιν ἐνεγκόντος καὶ πάνταπαν τὸν νομὸν ὀφείλοντοςὀφειλοντα ἐνεν κεῖν , τοῦ οὖν δρυμοῦ μέχρι σήμερονσήμενον ἐνδεεστάτουἐνδεέστατον εἶναι ὄντοςὄντα· παντελῶς γὰρ ὀλίγα ἔσχενἦν τὰ ὕδατα καὶ ἦν ἄγονα ἀπὸ ἀποχυμάτων καὶ μηδὲ ἓνμηδὲ ἓν καὶ μηδὲ ἓν ἀπὸ μήτρας ἐσχηκότα· ὅθεν μὴ δυνά μενος καθησυχάζειν ἀξιῶ τούτου τοῦ διαστολικοῦ τὸ ἴσον μεταδοθῆναι τῷ τε αἰγιαλοφύλα κι καὶ καὶ τῷ τῶν τόπων κατασπορεῖ Τυράννῳ διά τινος τῶν περὶ σὲ ὑπηρετῶν πρὸς τὸ πλησθῆναι τὸν προκίμενον δρυμὸν ἢ εἰδέναι αὐτοὺς, ἐὰν ἄρα τι ἐκ τούτου βλάβος ἐπακολουθήσῃ λόγον ὑφέξονταςὑφξοντας ἐπὶ τοῦ λαμπροτάτου ἡγεμόνος καὶ τοῦ κρατίστου ἐπιτρόπου· ἀποξηρανθέντος γὰρ τοῦ προκιμέ νου δρυμοῦ ἐπʼ ἔδαφος καὶ τοῦ γόνου καὶ τῶν μητρῶν μειωθέντωνμιωθέντων, οὐ μόνουμοο τοῦ ἐφετείου φόρου βλάβος ἐπακολουθεῖ, ἀλλὰ καὶ ἐφεξῆς ἔτη τρία ἄχρι ἂν γόνον καὶ μήτρας εἰς αὖξιν σχῇ ὁ δρυμὸς βλάβος ἐπακολουθεῖ· μένεινμένιν δʼ ἐμοὶ πρὸς τὸν αἰγιαλοφύλακααἰγιαλοφυλακ τὸν λόγον περὶ ἧς ἔχω πας διαστολῆς περὶ τοῦ αὐτοῦ δρυμοῦ ὑπὲρ τοῦ παρῳχηθέντος ὀγδόου ἔτους ἐπὶ τοῦ κρατίστου ἐπιστρατήγου.Cross-references (3)
- TM-Text 12285 primary
- DDbDP-Text p.mich;11;617 tier-1
- HGV-Text 12285 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.