Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.18.785B

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Πεταῦτι καὶ Θαήσει καὶ Ταμύσθᾳ τοῖς τρισὶ γεγονόσι αὐτῶι ἐξ ἦς συνέστι κατὰ νόμους γυναικὸς Ταπετσίρεως τῆς Πνεφερῶτος καὶ αὐτῷ Ταπετσίρει, τῶι μὲν ἀρρένωι υἱῶι Πεταῦτι τὸν ὑπάρχοντα αὐ τῶι τῶι ὁμολογοῦντι Τιθουεῖ ἐν κώμῃ Καρανίδι τῆς Ἡρακλείδου μερίδος πατρικὸν κλῆρον κατοικικὸν ἀρούρης μιᾶς ἡμίσους ἀπὸ ἀρουρῶν τριῶν καὶ ἀδιαιρέτων πρὸς τὸν τοῦ ὁμολογοῦντος ἀδελφὸν Τιθουῆν ἐν μιᾷ σφραγῖδι χωρὶς ἐπιβολῆς κώμης ἢ ἄλλου ἁπλῶς εἴδους, τῶι δʼ αὐτῶι υἱῶι Πεταῦτι καὶ τὸ ὑπάρχον αὐτῶι τῶι ὁμολογοῦντι Τιθουεῖ ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον πατρικῆς οἰκίας καὶ τὸ ὑπάρχον τῶι αὐτῶι ὁμολογοῦντι ἐν Καρανίδι μητρικῶν ἥμισυ μέροςἡμισους μερους ψιλῶν τόπων κοινῶν καὶ ἀδιαιρέτων πρὸς τὸν τοῦ ὁμολογοῦντος ἀδελφὸν Τιθουῆν, τῶι δʼ αὐτῶι υἱῶι Πεταῦτι καὶ ἀπὸ τῶν ὑπαρχόντων αὐτῶι τῶι ὁμολογοῦντι Τιθουεῖ κτηνῶν ὄνον θήλειαν καὶ τὴν ἐπακολουθοῦσαν πῶλον θήλειαν, τῶι δʼ αὐτῶι υἱῶι Πεταῦτι καὶ ταῖς θυγατράσι Θαήσει καὶ Ταμύσθᾳ κοινῶς ἐξ ἴσου ἑκάστωι κατὰ τὸ τρίτον μέρος τὰ ὑπάρχοντα αὐτῶι τῶι ὁμολογοῦντι ἀγελικὰ πρόβατα σύμμικτα ἀριθμῷ καὶ τοὺς ἐπακολουθοῦντας ἄρνας καὶ ἐρίφους· τῇ δὲ προγεγραμμένῃ τοῦ ὁμο λογοῦντος γυναικὶ ἔχειν τὴν τῆς προγεγραμμένης οἰκίας ἐνοίκησιν καὶ ἃ ἐὰν καταλείπῃ σκευάρια καὶ ἐπίπλοα καὶ ἐνοφειλόμενα αὐτῶι καθʼ ὃν δήποτε οὖν τρόπον ἐξέσται, ἡ αὐτὴ Ταπετσῖρις τῆς τε ἐκ τοῦ ἐνεστῶτος ὀγδόου ἔτους· ἀντὶ τῶν ἐξακολουθούντων περιγενομένων ἡ γυνὴ Ταπετσῖρις ποιήσεται τὴν διόρθωσιν ὧν ὀφείλειὀφίλι ὁ ὁμολογῶν ὀφειλη μάτωνοφιλημάτων παντοίων τὴν τούτων καρπείαν. τὰ γενήματα καὶ πρόσφορα τῶν μεμε ρισμένων τοῖς τέκνοις Πεταῦος ἃ καὶ παραδώσειπαραδόσι ἡ Ταπετσῖρις

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.